TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 43
Previous part

Chapter: 43 
Verse: 1    ῾Ο δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς.
Verse: 2    
ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταϕαγεῖν τὸν σῖτον, ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς πατὴρ αὐτῶν Πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα.
Verse: 3    
εἶπεν δὲ αὐτῷ Ιουδας λέγων Διαμαρτυρίᾳ διαμεμαρτύρηται ἡμῖν ἄνθρωπος λέγων Οὐκ ὄψεσθε τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀδελϕὸς ὑμῶν νεώτερος μεθ' ὑμῶν .
Verse: 4    
εἰ μὲν οὖν ἀποστέλλεις τὸν ἀδελϕὸν ἡμῶν μεθ' ἡμῶν, καταβησόμεθα καὶ ἀγοράσωμέν σοι βρώματα·
Verse: 5    
εἰ δὲ μὴ ἀποστέλλεις τὸν ἀδελϕὸν ἡμῶν μεθ' ἡμῶν, οὐ πορευσόμεθα· γὰρ ἄνθρωπος εἶπεν ἡμῖν λέγων Οὐκ ὄψεσθέ μου τὸ πρόσωπον, ἐὰν μὴ ἀδελϕὸς ὑμῶν νεώτερος μεθ' ὑμῶν .
Verse: 6    
εἶπεν δὲ Ισραηλ Τί ἐκακοποιήσατέ με ἀναγγείλαντες τῷ ἀνθρώπῳ εἰ ἔστιν ὑμῖν ἀδελϕός;
Verse: 7    
οἱ δὲ εἶπαν ᾽Ερωτῶν ἐπηρώτησεν ἡμᾶς ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων Εἰ ἔτι πατὴρ ὑμῶν ζῇ; εἰ ἔστιν ὑμῖν ἀδελϕός; καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην. μὴ ᾔδειμεν εἰ ἐρεῖ ἡμῖν ᾽Αγάγετε τὸν ἀδελϕὸν ὑμῶν;
Verse: 8    
εἶπεν δὲ Ιουδας πρὸς Ισραηλ τὸν πατέρα αὐτοῦ ᾽Απόστειλον τὸ παιδάριον μετ' ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἀποσκευὴ ἡμῶν.
Verse: 9    
ἐγὼ δὲ ἐκδέχομαι αὐτόν, ἐκ χειρός μου ζήτησον αὐτόν· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι πρὸς σὲ πάσας τὰς ἡμέρας.
Verse: 10    
εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς.
Verse: 11    
εἶπεν δὲ αὐτοῖς Ισραηλ πατὴρ αὐτῶν Εἰ οὕτως ἐστίν, τοῦτο ποιήσατε· λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα, τῆς ῥητίνης καὶ τοῦ μέλιτος, θυμίαμα καὶ στακτὴν καὶ τερέμινθον καὶ κάρυα.
Verse: 12    
καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν· τὸ ἀργύριον τὸ ἀποστραϕὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεθ' ὑμῶν· μήποτε ἀγνόημά ἐστιν.
Verse: 13    
καὶ τὸν ἀδελϕὸν ὑμῶν λάβετε καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον.
Verse: 14    
δὲ θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελϕὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμιν· ἐγὼ μὲν γάρ, καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι.
Verse: 15    
Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμιν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ιωσηϕ.
Verse: 16    
εἶδεν δὲ Ιωσηϕ αὐτοὺς καὶ τὸν Βενιαμιν τὸν ἀδελϕὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ Εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν καὶ σϕάξον θύματα καὶ ἑτοίμασον· μετ' ἐμοῦ γὰρ ϕάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν.
Verse: 17    
ἐποίησεν δὲ ἄνθρωπος, καθὰ εἶπεν Ιωσηϕ, καὶ εἰσήγαγεν τοὺς ἀνθρώπους εἰς τὸν οἶκον Ιωσηϕ.
Verse: 18    
ἰδόντες δὲ οἱ ἄνθρωποι ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον Ιωσηϕ, εἶπαν Διὰ τὸ ἀργύριον τὸ ἀποστραϕὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα τοῦ συκοϕαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας καὶ τοὺς ὄνους ἡμῶν.
Verse: 19    
προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ τοῦ οἴκου Ιωσηϕ ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου
Verse: 20    
λέγοντες Δεόμεθα, κύριε· κατέβημεν τὴν ἀρχὴν πρίασθαι βρώματα·
Verse: 21    
ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν, καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ· τὸ ἀργύριον ἡμῶν ἐν σταθμῷ ἀπεστρέψαμεν νῦν ἐν ταῖς χερσὶν ἡμῶν
Verse: 22    
καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ' ἑαυτῶν ἀγοράσαι βρώματα· οὐκ οἴδαμεν, τίς ἐνέβαλεν τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν.
Verse: 23    
εἶπεν δὲ αὐτοῖς ῞Ιλεως ὑμῖν, μὴ ϕοβεῖσθε· θεὸς ὑμῶν καὶ θεὸς τῶν πατέρων ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν, τὸ δὲ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. καὶ ἐξήγαγεν πρὸς αὐτοὺς τὸν Συμεων
Verse: 24    
καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν καὶ ἔδωκεν χορτάσματα τοῖς ὄνοις αὐτῶν.
Verse: 25    
ἡτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλθεῖν Ιωσηϕ μεσημβρίας· ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾶν.
Verse: 26    
Εἰσῆλθεν δὲ Ιωσηϕ εἰς τὴν οἰκίαν, καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα, εἶχον ἐν ταῖς χερσὶν αὐτῶν, εἰς τὸν οἶκον καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
Verse: 27    
ἠρώτησεν δὲ αὐτούς Πῶς ἔχετε; καὶ εἶπεν αὐτοῖς Εἰ ὑγιαίνει πατὴρ ὑμῶν πρεσβύτερος, ὃν εἴπατε; ἔτι ζῇ;
Verse: 28    
οἱ δὲ εἶπαν ῾Υγιαίνει παῖς σου πατὴρ ἡμῶν, ἔτι ζῇ. καὶ εἶπεν Εὐλογητὸς ἄνθρωπος ἐκεῖνος τῷ θεῷ. καὶ κύψαντες προσεκύνησαν αὐτῷ.
Verse: 29    
ἀναβλέψας δὲ τοῖς ὀϕθαλμοῖς Ιωσηϕ εἶδεν Βενιαμιν τὸν ἀδελϕὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν Οὗτος ἀδελϕὸς ὑμῶν νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν; καὶ εἶπεν ῾Ο θεὸς ἐλεήσαι σε, τέκνον.
Verse: 30    
ἐταράχθη δὲ Ιωσηϕ συνεστρέϕετο γὰρ τὰ ἔντερα αὐτοῦ ἐπὶ τῷ ἀδελϕῷ αὐτοῦ καὶ ἐζήτει κλαῦσαι· εἰσελθὼν δὲ εἰς τὸ ταμιεῖον ἔκλαυσεν ἐκεῖ.
Verse: 31    
καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο καὶ εἶπεν Παράθετε ἄρτους.
Verse: 32    
καὶ παρέθηκαν αὐτῷ μόνῳ καὶ αὐτοῖς καθ' ἑαυτοὺς καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσιν μετ' αὐτοῦ καθ' ἑαυτούς· οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν Εβραίων ἄρτους, βδέλυγμα γάρ ἐστιν τοῖς Αἰγυπτίοις.
Verse: 33    
ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ, πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ· ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελϕὸν αὐτοῦ.
Verse: 34    
ἦραν δὲ μερίδας παρ' αὐτοῦ πρὸς αὐτούς· ἐμεγαλύνθη δὲ μερὶς Βενιαμιν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων. ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.