TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 44
Previous part

Chapter: 44 
Verse: 1    Καὶ ἐνετείλατο Ιωσηϕ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων Πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων, ὅσα ἐὰν δύνωνται ἆραι, καὶ ἐμβάλατε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου
Verse: 2    
καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλατε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ. ἐγενήθη δὲ κατὰ τὸ ῥῆμα Ιωσηϕ, καθὼς εἶπεν.
Verse: 3    
τὸ πρωὶ διέϕαυσεν, καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν, αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν.
Verse: 4    
ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν [οὐκ ἀπέσχον μακράν] καὶ Ιωσηϕ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ ᾽Αναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ καταλήμψῃ αὐτοὺς καὶ ἐρεῖς αὐτοῖς Τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν;
Verse: 5    
ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν; οὐ τοῦτό ἐστιν, ἐν πίνει κύριός μου; αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ. πονηρὰ συντετέλεσθε, πεποιήκατε.
Verse: 6    
εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς κατὰ τὰ ῥήματα ταῦτα.
Verse: 7    
οἱ δὲ εἶπον αὐτῷ ῞Ινα τί λαλεῖ κύριος κατὰ τὰ ῥήματα ταῦτα; μὴ γένοιτο τοῖς παισίν σου ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο.
Verse: 8    
εἰ τὸ μὲν ἀργύριον, εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν, ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χανααν, πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον χρυσίον;
Verse: 9    
παρ' ἂν εὑρεθῇ τὸ κόνδυ τῶν παίδων σου, ἀποθνῃσκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν.
Verse: 10    
δὲ εἶπεν Καὶ νῦν ὡς λέγετε, οὕτως ἔσται· ἄνθρωπος, παρ' ἂν εὑρεθῇ τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς, ὑμεῖς δὲ ἔσεσθε καθαροί.
Verse: 11    
καὶ ἔσπευσαν καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ.
Verse: 12    
ἠρεύνα δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον, καὶ εὗρεν τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τῷ Βενιαμιν.
Verse: 13    
καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὸν ὄνον αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν.
Verse: 14    
Εἰσῆλθεν δὲ Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ πρὸς Ιωσηϕ ἔτι αὐτοῦ ὄντος ἐκεῖ καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν.
Verse: 15    
εἶπεν δὲ αὐτοῖς Ιωσηϕ Τί τὸ πρᾶγμα τοῦτο, ἐποιήσατε; οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ;
Verse: 16    
εἶπεν δὲ Ιουδας Τί ἀντεροῦμεν τῷ κυρίῳ τί λαλήσωμεν τί δικαιωθῶμεν; δὲ θεὸς εὗρεν τὴν ἀδικίαν τῶν παίδων σου. ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν, καὶ ἡμεῖς καὶ παρ' εὑρέθη τὸ κόνδυ.
Verse: 17    
εἶπεν δὲ Ιωσηϕ Μή μοι γένοιτο ποιῆσαι τὸ ῥῆμα τοῦτο· ἄνθρωπος, παρ' εὑρέθη τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς, ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν.
Verse: 18    
᾽Εγγίσας δὲ αὐτῷ Ιουδας εἶπεν Δέομαι, κύριε, λαλησάτω παῖς σου ῥῆμα ἐναντίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, ὅτι σὺ εἶ μετὰ Φαραω.
Verse: 19    
κύριε, σὺ ἠρώτησας τοὺς παῖδάς σου λέγων Εἰ ἔχετε πατέρα ἀδελϕόν;
Verse: 20    
καὶ εἴπαμεν τῷ κυρίῳ ῎Εστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτῷ, καὶ ἀδελϕὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείϕθη τῇ μητρὶ αὐτοῦ, δὲ πατὴρ αὐτὸν ἠγάπησεν.
Verse: 21    
εἶπας δὲ τοῖς παισίν σου Καταγάγετε αὐτὸν πρός με, καὶ ἐπιμελοῦμαι αὐτοῦ.
Verse: 22    
καὶ εἴπαμεν τῷ κυρίῳ Οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα· ἐὰν δὲ καταλίπῃ τὸν πατέρα, ἀποθανεῖται.
Verse: 23    
σὺ δὲ εἶπας τοῖς παισίν σου ᾽Εὰν μὴ καταβῇ ἀδελϕὸς ὑμῶν νεώτερος μεθ' ὑμῶν, οὐ προσθήσεσθε ἔτι ἰδεῖν τὸ πρόσωπόν μου.
Verse: 24    
ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν, ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου.
Verse: 25    
εἶπεν δὲ ἡμῖν πατὴρ ἡμῶν Βαδίσατε πάλιν, ἀγοράσατε ἡμῖν μικρὰ βρώματα.
Verse: 26    
ἡμεῖς δὲ εἴπαμεν Οὐ δυνησόμεθα καταβῆναι· ἀλλ' εἰ μὲν ἀδελϕὸς ἡμῶν νεώτερος καταβαίνει μεθ' ἡμῶν, καταβησόμεθα· οὐ γὰρ δυνησόμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου, τοῦ ἀδελϕοῦ τοῦ νεωτέρου μὴ ὄντος μεθ' ἡμῶν.
Verse: 27    
εἶπεν δὲ παῖς σου πατὴρ ἡμῶν πρὸς ἡμᾶς ῾Υμεῖς γινώσκετε ὅτι δύο ἔτεκέν μοι γυνή·
Verse: 28    
καὶ ἐξῆλθεν εἷς ἀπ' ἐμοῦ, καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονεν, καὶ οὐκ εἶδον αὐτὸν ἔτι καὶ νῦν·
Verse: 29    
ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.
Verse: 30    
νῦν οὖν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν καὶ τὸ παιδάριον μὴ μεθ' ἡμῶν δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς ,
Verse: 31    
καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδάριον μεθ' ἡμῶν τελευτήσει, καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου πατρὸς δὲ ἡμῶν μετ' ὀδύνης εἰς ᾅδου.
Verse: 32    
γὰρ παῖς σου ἐκδέδεκται τὸ παιδίον παρὰ τοῦ πατρὸς λέγων ᾽Εὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι πρὸς τὸν πατέρα πάσας τὰς ἡμέρας.
Verse: 33    
νῦν οὖν παραμενῶ σοι παῖς ἀντὶ τοῦ παιδίου, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελϕῶν.
Verse: 34    
πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεθ' ἡμῶν; ἵνα μὴ ἴδω τὰ κακά, εὑρήσει τὸν πατέρα μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.