TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 45
Previous part

Chapter: 45 
Verse: 1    Καὶ οὐκ ἠδύνατο Ιωσηϕ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ, ἀλλ' εἶπεν ᾽Εξαποστείλατε πάντας ἀπ' ἐμοῦ. καὶ οὐ παρειστήκει οὐδεὶς ἔτι τῷ Ιωσηϕ, ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελϕοῖς αὐτοῦ.
Verse: 2    
καὶ ἀϕῆκεν ϕωνὴν μετὰ κλαυθμοῦ· ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραω.
Verse: 3    
εἶπεν δὲ Ιωσηϕ πρὸς τοὺς ἀδελϕοὺς αὐτοῦ ᾽Εγώ εἰμι Ιωσηϕ· ἔτι πατήρ μου ζῇ; καὶ οὐκ ἐδύναντο οἱ ἀδελϕοὶ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ.
Verse: 4    
εἶπεν δὲ Ιωσηϕ πρὸς τοὺς ἀδελϕοὺς αὐτοῦ ᾽Εγγίσατε πρός με. καὶ ἤγγισαν. καὶ εἶπεν ᾽Εγώ εἰμι Ιωσηϕ ἀδελϕὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον.
Verse: 5    
νῦν οὖν μὴ λυπεῖσθε μηδὲ σκληρὸν ὑμῖν ϕανήτω ὅτι ἀπέδοσθέ με ὧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέν με θεὸς ἔμπροσθεν ὑμῶν·
Verse: 6    
τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὰ πέντε ἔτη, ἐν οἷς οὐκ ἔσται ἀροτρίασις οὐδὲ ἄμητος·
Verse: 7    
ἀπέστειλεν γάρ με θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῶν κατάλειμμα ἐπὶ τῆς γῆς καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην.
Verse: 8    
νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ' θεός, καὶ ἐποίησέν με ὡς πατέρα Φαραω καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου.
Verse: 9    
σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ Τάδε λέγει υἱός σου Ιωσηϕ ᾽Εποίησέν με θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρός με καὶ μὴ μείνῃς·
Verse: 10    
καὶ κατοικήσεις ἐν γῇ Γεσεμ ᾽Αραβίας καὶ ἔσῃ ἐγγύς μου, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου καὶ αἱ βόες σου καὶ ὅσα σοί ἐστιν,
Verse: 11    
καὶ ἐκθρέψω σε ἐκεῖ ἔτι γὰρ πέντε ἔτη λιμός , ἵνα μὴ ἐκτριβῇς, σὺ καὶ οἱ υἱοί σου καὶ πάντα τὰ ὑπάρχοντά σου.
Verse: 12    
ἰδοὺ οἱ ὀϕθαλμοὶ ὑμῶν βλέπουσιν καὶ οἱ ὀϕθαλμοὶ Βενιαμιν τοῦ ἀδελϕοῦ μου ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς.
Verse: 13    
ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ καὶ ὅσα εἴδετε, καὶ ταχύναντες καταγάγετε τὸν πατέρα μου ὧδε.
Verse: 14    
καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμιν τοῦ ἀδελϕοῦ αὐτοῦ ἔκλαυσεν ἐπ' αὐτῷ, καὶ Βενιαμιν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ.
Verse: 15    
καὶ καταϕιλήσας πάντας τοὺς ἀδελϕοὺς αὐτοῦ ἔκλαυσεν ἐπ' αὐτοῖς, καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελϕοὶ αὐτοῦ πρὸς αὐτόν.
Verse: 16    
Καὶ διεβοήθη ϕωνὴ εἰς τὸν οἶκον Φαραω λέγοντες ῞Ηκασιν οἱ ἀδελϕοὶ Ιωσηϕ. ἐχάρη δὲ Φαραω καὶ θεραπεία αὐτοῦ.
Verse: 17    
εἶπεν δὲ Φαραω πρὸς Ιωσηϕ Εἰπὸν τοῖς ἀδελϕοῖς σου Τοῦτο ποιήσατε· γεμίσατε τὰ πορεῖα ὑμῶν καὶ ἀπέλθατε εἰς γῆν Χανααν
Verse: 18    
καὶ παραλαβόντες τὸν πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρός με, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ ϕάγεσθε τὸν μυελὸν τῆς γῆς.
Verse: 19    
σὺ δὲ ἔντειλαι ταῦτα, λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Αἰγύπτου τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξίν, καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε·
Verse: 20    
καὶ μὴ ϕείσησθε τοῖς ὀϕθαλμοῖς τῶν σκευῶν ὑμῶν, τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται.
Verse: 21    
ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ· ἔδωκεν δὲ Ιωσηϕ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραω τοῦ βασιλέως καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν,
Verse: 22    
καὶ πᾶσιν ἔδωκεν δισσὰς στολάς, τῷ δὲ Βενιαμιν ἔδωκεν τριακοσίους χρυσοῦς καὶ πέντε ἐξαλλασσούσας στολάς,
Verse: 23    
καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλεν κατὰ τὰ αὐτὰ καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν.
Verse: 24    
ἐξαπέστειλεν δὲ τοὺς ἀδελϕοὺς αὐτοῦ, καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ.
Verse: 25    
Καὶ ἀνέβησαν ἐξ Αἰγύπτου καὶ ἦλθον εἰς γῆν Χανααν πρὸς Ιακωβ τὸν πατέρα αὐτῶν
Verse: 26    
καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ὅτι ῾Ο υἱός σου Ιωσηϕ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. καὶ ἐξέστη διάνοια Ιακωβ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.
Verse: 27    
ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ Ιωσηϕ, ὅσα εἶπεν αὐτοῖς. ἰδὼν δὲ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ιωσηϕ ὥστε ἀναλαβεῖν αὐτόν, ἀνεζωπύρησεν τὸ πνεῦμα Ιακωβ τοῦ πατρὸς αὐτῶν.
Verse: 28    
εἶπεν δὲ Ισραηλ Μέγα μοί ἐστιν, εἰ ἔτι Ιωσηϕ υἱός μου ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.