TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 48
Previous part

Chapter: 48 
Verse: 1    ᾽Εγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀπηγγέλη τῷ Ιωσηϕ ὅτι ῾Ο πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασση καὶ τὸν Εϕραιμ, ἦλθεν πρὸς Ιακωβ.
Verse: 2    
ἀπηγγέλη δὲ τῷ Ιακωβ λέγοντες ᾽Ιδοὺ υἱός σου Ιωσηϕ ἔρχεται πρὸς σέ. καὶ ἐνισχύσας Ισραηλ ἐκάθισεν ἐπὶ τὴν κλίνην.
Verse: 3    
καὶ εἶπεν Ιακωβ τῷ Ιωσηϕ ῾Ο θεός μου ὤϕθη μοι ἐν Λουζα ἐν γῇ Χανααν καὶ εὐλόγησέν με
Verse: 4    
καὶ εἶπέν μοι ᾽Ιδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον.
Verse: 5    
νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον ἐμοί εἰσιν, Εϕραιμ καὶ Μανασση ὡς Ρουβην καὶ Συμεων ἔσονταί μοι·
Verse: 6    
τὰ δὲ ἔκγονα, ἐὰν γεννήσῃς μετὰ ταῦτα, σοὶ ἔσονται, ἐπὶ τῷ ὀνόματι τῶν ἀδελϕῶν αὐτῶν κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις.
Verse: 7    
ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανεν Ραχηλ μήτηρ σου ἐν γῇ Χανααν ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον χαβραθα τῆς γῆς τοῦ ἐλθεῖν Εϕραθα, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου [αὕτη ἐστὶν Βαιθλεεμ].
Verse: 8    
ἰδὼν δὲ Ισραηλ τοὺς υἱοὺς Ιωσηϕ εἶπεν Τίνες σοι οὗτοι;
Verse: 9    
εἶπεν δὲ Ιωσηϕ τῷ πατρὶ αὐτοῦ Υἱοί μού εἰσιν, οὓς ἔδωκέν μοι θεὸς ἐνταῦθα. καὶ εἶπεν Ιακωβ Προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς.
Verse: 10    
οἱ δὲ ὀϕθαλμοὶ Ισραηλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐϕίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς.
Verse: 11    
καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηϕ ᾽Ιδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέν μοι θεὸς καὶ τὸ σπέρμα σου.
Verse: 12    
καὶ ἐξήγαγεν Ιωσηϕ αὐτοὺς ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς.
Verse: 13    
λαβὼν δὲ Ιωσηϕ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Εϕραιμ ἐν τῇ δεξιᾷ ἐξ ἀριστερῶν δὲ Ισραηλ, τὸν δὲ Μανασση ἐν τῇ ἀριστερᾷ ἐκ δεξιῶν δὲ Ισραηλ, ἤγγισεν αὐτοὺς αὐτῷ.
Verse: 14    
ἐκτείνας δὲ Ισραηλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεϕαλὴν Εϕραιμ οὗτος δὲ ἦν νεώτερος καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεϕαλὴν Μανασση, ἐναλλὰξ τὰς χεῖρας.
Verse: 15    
καὶ ηὐλόγησεν αὐτοὺς καὶ εἶπεν ῾Ο θεός, εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτοῦ Αβρααμ καὶ Ισαακ, θεὸς τρέϕων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,
Verse: 16    
ἄγγελος ῥυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα, καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τῶν πατέρων μου Αβρααμ καὶ Ισαακ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς.
Verse: 17    
ἰδὼν δὲ Ιωσηϕ ὅτι ἐπέβαλεν πατὴρ τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεϕαλὴν Εϕραιμ, βαρὺ αὐτῷ κατεϕάνη, καὶ ἀντελάβετο Ιωσηϕ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀϕελεῖν αὐτὴν ἀπὸ τῆς κεϕαλῆς Εϕραιμ ἐπὶ τὴν κεϕαλὴν Μανασση.
Verse: 18    
εἶπεν δὲ Ιωσηϕ τῷ πατρὶ αὐτοῦ Οὐχ οὕτως, πάτερ· οὗτος γὰρ πρωτότοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ.
Verse: 19    
καὶ οὐκ ἠθέλησεν, ἀλλὰ εἶπεν Οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται, ἀλλὰ ἀδελϕὸς αὐτοῦ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.
Verse: 20    
καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ᾽Εν ὑμῖν εὐλογηθήσεται Ισραηλ λέγοντες Ποιήσαι σε θεὸς ὡς Εϕραιμ καὶ ὡς Μανασση· καὶ ἔθηκεν τὸν Εϕραιμ ἔμπροσθεν τοῦ Μανασση.
Verse: 21    
εἶπεν δὲ Ισραηλ τῷ Ιωσηϕ ᾽Ιδοὺ ἐγὼ ἀποθνῄσκω, καὶ ἔσται θεὸς μεθ' ὑμῶν καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν·
Verse: 22    
ἐγὼ δὲ δίδωμί σοι Σικιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελϕούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Αμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.