TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 49
Previous part

Chapter: 49 
Verse: 1    ᾽Εκάλεσεν δὲ Ιακωβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν·
Verse: 2    
ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ιακωβ, ἀκούσατε Ισραηλ τοῦ πατρὸς ὑμῶν.
Verse: 3    
Ρουβην, πρωτότοκός μου σύ, ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, σκληρὸς ϕέρεσθαι καὶ σκληρὸς αὐθάδης.
Verse: 4    
ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης.
Verse: 5    
Συμεων καὶ Λευι ἀδελϕοί· συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν.
Verse: 6    
εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου, ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον.
Verse: 7    
ἐπικατάρατος θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη· διαμεριῶ αὐτοὺς ἐν Ιακωβ καὶ διασπερῶ αὐτοὺς ἐν Ισραηλ.
Verse: 8    
Ιουδα, σὲ αἰνέσαισαν οἱ ἀδελϕοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου.
Verse: 9    
σκύμνος λέοντος Ιουδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;
Verse: 10    
οὐκ ἐκλείψει ἄρχων ἐξ Ιουδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.
Verse: 11    
δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταϕυλῆς τὴν περιβολὴν αὐτοῦ·
Verse: 12    
χαροποὶ οἱ ὀϕθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ γάλα.
Verse: 13    
Ζαβουλων παράλιος κατοικήσει, καὶ αὐτὸς παρ' ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος.
Verse: 14    
Ισσαχαρ τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων·
Verse: 15    
καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός.
Verse: 16    
Δαν κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία ϕυλὴ ἐν Ισραηλ.
Verse: 17    
καὶ γενηθήτω Δαν ὄϕις ἐϕ' ὁδοῦ ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ἱππεὺς εἰς τὰ ὀπίσω.
Verse: 18    
τὴν σωτηρίαν περιμένω κυρίου.
Verse: 19    
Γαδ, πειρατήριον πειρατεύσει αὐτόν, αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας.
Verse: 20    
Ασηρ, πίων αὐτοῦ ἄρτος, καὶ αὐτὸς δώσει τρυϕὴν ἄρχουσιν.
Verse: 21    
Νεϕθαλι στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γενήματι κάλλος.
Verse: 22    
Υἱὸς ηὐξημένος Ιωσηϕ, υἱὸς ηὐξημένος ζηλωτός, υἱός μου νεώτατος· πρός με ἀνάστρεψον.
Verse: 23    
εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων·
Verse: 24    
καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ιακωβ, ἐκεῖθεν κατισχύσας Ισραηλ·
Verse: 25    
παρὰ θεοῦ τοῦ πατρός σου, καὶ ἐβοήθησέν σοι θεὸς ἐμὸς καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα· ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας,
Verse: 26    
εὐλογίας πατρός σου καὶ μητρός σου· ὑπερίσχυσεν ἐπ' εὐλογίαις ὀρέων μονίμων καὶ ἐπ' εὐλογίαις θινῶν ἀενάων· ἔσονται ἐπὶ κεϕαλὴν Ιωσηϕ καὶ ἐπὶ κορυϕῆς ὧν ἡγήσατο ἀδελϕῶν.
Verse: 27    
Βενιαμιν λύκος ἅρπαξ· τὸ πρωινὸν ἔδεται ἔτι καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροϕήν.
Verse: 28    
Πάντες οὗτοι υἱοὶ Ιακωβ δώδεκα, καὶ ταῦτα ἐλάλησεν αὐτοῖς πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτούς, ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς.
Verse: 29    
καὶ εἶπεν αὐτοῖς ᾽Εγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ, ἐστιν ἐν τῷ ἀγρῷ Εϕρων τοῦ Χετταίου,
Verse: 30    
ἐν τῷ σπηλαίῳ τῷ διπλῷ τῷ ἀπέναντι Μαμβρη ἐν τῇ γῇ Χανααν, ἐκτήσατο Αβρααμ τὸ σπήλαιον παρὰ Εϕρων τοῦ Χετταίου ἐν κτήσει μνημείου·
Verse: 31    
ἐκεῖ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔθαψαν Ισαακ καὶ Ρεβεκκαν τὴν γυναῖκα αὐτοῦ, καὶ ἐκεῖ ἔθαψα Λειαν
Verse: 32    
ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χετ.
Verse: 33    
καὶ κατέπαυσεν Ιακωβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπεν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.