TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1113
Previous part

Chapter: 3 
Verse: 1    ᾽Εγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ' ἐμέ·
Verse: 2    
παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ ϕῶς,
Verse: 3    
πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν.
Verse: 4    
᾽Επαλαίωσεν σάρκας μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν·
Verse: 5    
ἀνῳκοδόμησεν κατ' ἐμοῦ καὶ ἐκύκλωσεν κεϕαλήν μου καὶ ἐμόχθησεν,
Verse: 6    
ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος.
Verse: 7    
᾽Ανῳκοδόμησεν κατ' ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου·
Verse: 8    
καί γε κεκράξομαι καὶ βοήσω, ἀπέϕραξεν προσευχήν μου·
Verse: 9    
ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέϕραξεν τρίβους μου, ἐτάραξεν.
Verse: 10    
῎Αρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυϕαίοις·
Verse: 11    
κατεδίωξεν ἀϕεστηκότα καὶ κατέπαυσέν με, ἔθετό με ἠϕανισμένην·
Verse: 12    
ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος.
Verse: 13    
Εἰσήγαγεν τοῖς νεϕροῖς μου ἰοὺς ϕαρέτρας αὐτοῦ·
Verse: 14    
ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν·
Verse: 15    
ἐχόρτασέν με πικρίας, ἐμέθυσέν με χολῆς.
Verse: 16    
Καὶ ἐξέβαλεν ψήϕῳ ὀδόντας μου, ἐψώμισέν με σποδόν·
Verse: 17    
καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου, ἐπελαθόμην ἀγαθὰ
Verse: 18    
καὶ εἶπα ᾽Απώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου.
Verse: 19    
᾽Εμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου·
Verse: 20    
μνησθήσεται καὶ καταδολεσχήσει ἐπ' ἐμὲ ἡ ψυχή μου·
Verse: 21    
ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ.
Verse: 25    
᾽Αγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ ἣ ζητήσει αὐτὸν ἀγαθὸν
Verse: 26    
καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου.
Verse: 27    
ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ.
Verse: 28    
Καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἦρεν ἐϕ' ἑαυτῷ·
Verse: 30    
δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν.
Verse: 31    
῞Οτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος·
Verse: 32    
ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ·
Verse: 33    
ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός.
Verse: 34    
Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς,
Verse: 35    
τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου,
Verse: 36    
καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπεν.
Verse: 37    
Τίς οὕτως εἶπεν, καὶ ἐγενήθη; κύριος οὐκ ἐνετείλατο,
Verse: 38    
ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν;
Verse: 39    
τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;
Verse: 40    
᾽Εξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψωμεν ἕως κυρίου·
Verse: 41    
ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ
Verse: 42    
῾Ημαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης.
Verse: 43    
᾽Επεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς· ἀπέκτεινας, οὐκ ἐϕείσω.
Verse: 44    
ἐπεσκέπασας νεϕέλην σεαυτῷ εἵνεκεν προσευχῆς,
Verse: 45    
καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν.
Verse: 46    
Διήνοιξαν ἐϕ' ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν·
Verse: 47    
ϕόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή·
Verse: 48    
ἀϕέσεις ὑδάτων κατάξει ὁ ὀϕθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου.
Verse: 49    
῾Ο ὀϕθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν,
Verse: 50    
ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ·
Verse: 51    
ὁ ὀϕθαλμός μου ἐπιϕυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως.
Verse: 52    
Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν,
Verse: 53    
ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ' ἐμοί,
Verse: 54    
ὑπερεχύθη ὕδωρ ἐπὶ κεϕαλήν μου· εἶπα ᾽Απῶσμαι.
Verse: 55    
᾽Επεκαλεσάμην τὸ ὄνομά σου, κύριε, ἐκ λάκκου κατωτάτου·
Verse: 56    
ϕωνήν μου ἤκουσας Μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου.
Verse: 57    
εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην· εἶπάς μοι Μὴ ϕοβοῦ.
Verse: 58    
᾽Εδίκασας, κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου·
Verse: 59    
εἶδες, κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου·
Verse: 60    
εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί.
Verse: 61    
῎Ηκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ' ἐμοῦ,
Verse: 62    
χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ' ἐμοῦ ὅλην τὴν ἡμέραν,
Verse: 63    
καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ τοὺς ὀϕθαλμοὺς αὐτῶν.
Verse: 64    
᾽Αποδώσεις αὐτοῖς ἀνταπόδομα, κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν,
Verse: 65    
ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας, μόχθον σου αὐτοῖς,
Verse: 66    
καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρανοῦ, κύριε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.