TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1114
Chapter: 4
Verse: 1
Πῶς
ἀμαυρωθήσεται
χρυσίον
,
ἀλλοιωθήσεται
τὸ
ἀργύριον
τὸ
ἀγαθόν
;
ἐξεχύθησαν
λίθοι
ἅγιοι
ἐπ
'
ἀρχῆς
πασῶν
ἐξόδων
.
Verse: 2
Υἱοὶ
Σιων
οἱ
τίμιοι
οἱ
ἐπηρμένοι
ἐν
χρυσίῳ
πῶς
ἐλογίσθησαν
εἰς
ἀγγεῖα
ὀστράκινα
ἔργα
χειρῶν
κεραμέως
;
Verse: 3
Καί
γε
δράκοντες
ἐξέδυσαν
μαστούς
,
ἐθήλασαν
σκύμνοι
αὐτῶν
·
θυγατέρες
λαοῦ
μου
εἰς
ἀνίατον
ὡς
στρουθίον
ἐν
ἐρήμῳ
.
Verse: 4
᾽Εκολλήθη
ἡ
γλῶσσα
θηλάζοντος
πρὸς
τὸν
ϕάρυγγα
αὐτοῦ
ἐν
δίψει
·
νήπια
ᾔτησαν
ἄρτον
,
ὁ
διακλῶν
οὐκ
ἔστιν
αὐτοῖς
.
Verse: 5
Οἱ
ἔσθοντες
τὰς
τρυϕὰς
ἠϕανίσθησαν
ἐν
ταῖς
ἐξόδοις
,
οἱ
τιθηνούμενοι
ἐπὶ
κόκκων
περιεβάλοντο
κοπρίας
.
Verse: 6
Καὶ
ἐμεγαλύνθη
ἀνομία
θυγατρὸς
λαοῦ
μου
ὑπὲρ
ἀνομίας
Σοδομων
τῆς
κατεστραμμένης
ὥσπερ
σπουδῇ
,
καὶ
οὐκ
ἐπόνεσαν
ἐν
αὐτῇ
χεῖρας
.
Verse: 7
᾽Εκαθαριώθησαν
ναζιραῖοι
αὐτῆς
ὑπὲρ
χιόνα
,
ἔλαμψαν
ὑπὲρ
γάλα
,
ἐπυρρώθησαν
ὑπὲρ
λίθους
σαπϕείρου
τὸ
ἀπόσπασμα
αὐτῶν
.
Verse: 8
᾽Εσκότασεν
ὑπὲρ
ἀσβόλην
τὸ
εἶδος
αὐτῶν
,
οὐκ
ἐπεγνώσθησαν
ἐν
ταῖς
ἐξόδοις
·
ἐπάγη
δέρμα
αὐτῶν
ἐπὶ
τὰ
ὀστέα
αὐτῶν
,
ἐξηράνθησαν
,
ἐγενήθησαν
ὥσπερ
ξύλον
.
Verse: 9
Καλοὶ
ἦσαν
οἱ
τραυματίαι
ῥομϕαίας
ἢ
οἱ
τραυματίαι
λιμοῦ
·
ἐπορεύθησαν
ἐκκεκεντημένοι
ἀπὸ
γενημάτων
ἀγρῶν
.
Verse: 10
Χεῖρες
γυναικῶν
οἰκτιρμόνων
ἥψησαν
τὰ
παιδία
αὐτῶν
,
ἐγενήθησαν
εἰς
βρῶσιν
αὐταῖς
ἐν
τῷ
συντρίμματι
τῆς
θυγατρὸς
λαοῦ
μου
.
Verse: 11
Συνετέλεσεν
κύριος
θυμὸν
αὐτοῦ
,
ἐξέχεεν
θυμὸν
ὀργῆς
αὐτοῦ
καὶ
ἀνῆψεν
πῦρ
ἐν
Σιων
,
καὶ
κατέϕαγεν
τὰ
θεμέλια
αὐτῆς
.
Verse: 12
Οὐκ
ἐπίστευσαν
βασιλεῖς
γῆς
,
πάντες
οἱ
κατοικοῦντες
τὴν
οἰκουμένην
,
ὅτι
εἰσελεύσεται
ἐχθρὸς
καὶ
ἐκθλίβων
διὰ
τῶν
πυλῶν
Ιερουσαλημ
.
Verse: 13
᾽Εξ
ἁμαρτιῶν
προϕητῶν
αὐτῆς
,
ἀδικιῶν
ἱερέων
αὐτῆς
τῶν
ἐκχεόντων
αἷμα
δίκαιον
ἐν
μέσῳ
αὐτῆς
.
Verse: 14
᾽Εσαλεύθησαν
ἐγρήγοροι
αὐτῆς
ἐν
ταῖς
ἐξόδοις
,
ἐμολύνθησαν
ἐν
αἵματι
·
ἐν
τῷ
μὴ
δύνασθαι
αὐτοὺς
ἥψαντο
ἐνδυμάτων
αὐτῶν
.
Verse: 15
᾽Απόστητε
ἀκαθάρτων
καλέσατε
αὐτούς
ἀπόστητε
ἀπόστητε
,
μὴ
ἅπτεσθε
,
ὅτι
ἀνήϕθησαν
καί
γε
ἐσαλεύθησαν
·
εἴπατε
ἐν
τοῖς
ἔθνεσιν
Οὐ
μὴ
προσθῶσιν
τοῦ
παροικεῖν
.
Verse: 16
Πρόσωπον
κυρίου
μερὶς
αὐτῶν
,
οὐ
προσθήσει
ἐπιβλέψαι
αὐτοῖς
·
πρόσωπον
ἱερέων
οὐκ
ἔλαβον
,
πρεσβύτας
οὐκ
ἠλέησαν
.
Verse: 17
῎Ετι
ὄντων
ἡμῶν
ἐξέλιπον
οἱ
ὀϕθαλμοὶ
ἡμῶν
εἰς
τὴν
βοήθειαν
ἡμῶν
μάταια
·
ἀποσκοπευόντων
ἡμῶν
ἀπεσκοπεύσαμεν
εἰς
ἔθνος
οὐ
σῷζον
.
Verse: 18
᾽Εθηρεύσαμεν
μικροὺς
ἡμῶν
τοῦ
μὴ
πορεύεσθαι
ἐν
ταῖς
πλατείαις
ἡμῶν
·
ἤγγικεν
ὁ
καιρὸς
ἡμῶν
,
ἐπληρώθησαν
αἱ
ἡμέραι
ἡμῶν
,
πάρεστιν
ὁ
καιρὸς
ἡμῶν
.
Verse: 19
Κοῦϕοι
ἐγένοντο
οἱ
διώκοντες
ἡμᾶς
ὑπὲρ
ἀετοὺς
οὐρανοῦ
,
ἐπὶ
τῶν
ὀρέων
ἐξήϕθησαν
,
ἐν
ἐρήμῳ
ἐνήδρευσαν
ἡμᾶς
.
Verse: 20
Πνεῦμα
προσώπου
ἡμῶν
χριστὸς
κυρίου
συνελήμϕθη
ἐν
ταῖς
διαϕθοραῖς
αὐτῶν
,
οὗ
εἴπαμεν
᾽Εν
τῇ
σκιᾷ
αὐτοῦ
ζησόμεθα
ἐν
τοῖς
ἔθνεσιν
.
Verse: 21
Χαῖρε
καὶ
εὐϕραίνου
,
θύγατερ
Ιδουμαίας
ἡ
κατοικοῦσα
ἐπὶ
γῆς
·
καί
γε
ἐπὶ
σὲ
διελεύσεται
τὸ
ποτήριον
κυρίου
,
καὶ
μεθυσθήσῃ
καὶ
ἀποχεεῖς
.
Verse: 22
᾽Εξέλιπεν
ἡ
ἀνομία
σου
,
θύγατερ
Σιων
·
οὐ
προσθήσει
ἔτι
ἀποικίσαι
σε
.
ἐπεσκέψατο
ἀνομίας
σου
,
θύγατερ
Εδωμ
·
ἀπεκάλυψεν
ἐπὶ
τὰ
ἀσεβήματά
σου
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.