TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 264
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόϕυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἐξῆλθεν Ισραηλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Αβενεζερ, καὶ οἱ ἀλλόϕυλοι παρεμβάλλουσιν ἐν Αϕεκ.
Verse: 2    
καὶ παρατάσσονται οἱ ἀλλόϕυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἔκλινεν πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοϕύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν.
Verse: 3    
καὶ ἦλθεν λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ισραηλ Κατὰ τί ἔπταισεν ἡμᾶς κύριος σήμερον ἐνώπιον ἀλλοϕύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν ἐκ Σηλωμ, καὶ ἐξελθέτω ἐν μέσῳ ἡμῶν καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.
Verse: 4    
καὶ ἀπέστειλεν λαὸς εἰς Σηλωμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν κυρίου καθημένου χερουβιμ· καὶ ἀμϕότεροι οἱ υἱοὶ Ηλι μετὰ τῆς κιβωτοῦ, Οϕνι καὶ Φινεες.
Verse: 5    
καὶ ἐγενήθη ὡς ἦλθεν κιβωτὸς κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξεν πᾶς Ισραηλ ϕωνῇ μεγάλῃ, καὶ ἤχησεν γῆ.
Verse: 6    
καὶ ἤκουσαν οἱ ἀλλόϕυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόϕυλοι Τίς κραυγὴ μεγάλη αὕτη ἐν παρεμβολῇ τῶν Εβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς κυρίου ἥκει εἰς τὴν παρεμβολήν.
Verse: 7    
καὶ ἐϕοβήθησαν οἱ ἀλλόϕυλοι καὶ εἶπον Οὗτοι οἱ θεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, κύριε, σήμερον, ὅτι οὐ γέγονεν τοιαύτη ἐχθὲς καὶ τρίτην.
Verse: 8    
οὐαὶ ἡμῖν· τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ.
Verse: 9    
κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας, ἀλλόϕυλοι, μήποτε δουλεύσητε τοῖς Εβραίοις, καθὼς ἐδούλευσαν ἡμῖν, καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς.
Verse: 10    
καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ισραηλ, καὶ ἔϕυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγὴ μεγάλη σϕόδρα, καὶ ἔπεσαν ἐξ Ισραηλ τριάκοντα χιλιάδες ταγμάτων.
Verse: 11    
καὶ κιβωτὸς θεοῦ ἐλήμϕθη, καὶ ἀμϕότεροι υἱοὶ Ηλι ἀπέθανον, Οϕνι καὶ Φινεες.
Verse: 12    
Καὶ ἔδραμεν ἀνὴρ Ιεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλωμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρηγότα, καὶ γῆ ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ.
Verse: 13    
καὶ ἦλθεν, καὶ ἰδοὺ Ηλι ἐκάθητο ἐπὶ τοῦ δίϕρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ θεοῦ· καὶ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν πόλις.
Verse: 14    
καὶ ἤκουσεν Ηλι τὴν ϕωνὴν τῆς βοῆς καὶ εἶπεν Τίς βοὴ τῆς ϕωνῆς ταύτης; καὶ ἄνθρωπος σπεύσας εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ Ηλι.
Verse: 15    
καὶ Ηλι υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀϕθαλμοὶ αὐτοῦ ἐπανέστησαν, καὶ οὐκ ἔβλεπεν· καὶ εἶπεν Ηλὶ τοῖς ἀνδράσιν τοῖς περιεστηκόσιν αὐτῷ Τίς ϕωνὴ τοῦ ἤχους τούτου;
Verse: 16    
καὶ ἀνὴρ σπεύσας προσῆλθεν πρὸς Ηλι καὶ εἶπεν αὐτῷ ᾽Εγώ εἰμι ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέϕευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν Τί τὸ γεγονὸς ῥῆμα, τέκνον;
Verse: 17    
καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπεν Πέϕευγεν ἀνὴρ Ισραηλ ἐκ προσώπου ἀλλοϕύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμϕότεροι οἱ υἱοί σου τεθνήκασιν, καὶ κιβωτὸς τοῦ θεοῦ ἐλήμϕθη.
Verse: 18    
καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίϕρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη νῶτος αὐτοῦ καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη.
Verse: 19    
Καὶ νύμϕη αὐτοῦ γυνὴ Φινεες συνειληϕυῖα τοῦ τεκεῖν· καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμϕθη κιβωτὸς τοῦ θεοῦ καὶ ὅτι τέθνηκεν πενθερὸς αὐτῆς καὶ ἀνὴρ αὐτῆς, καὶ ὤκλασεν καὶ ἔτεκεν, ὅτι ἐπεστράϕησαν ἐπ' αὐτὴν ὠδῖνες αὐτῆς.
Verse: 20    
καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνῄσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ Μὴ ϕοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν καρδία αὐτῆς.
Verse: 21    
καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ βαρχαβωθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς.
Verse: 22    
καὶ εἶπαν ᾽Απῴκισται δόξα Ισραηλ ἐν τῷ λημϕθῆναι τὴν κιβωτὸν κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.