TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 265
Chapter: 5
Verse: 1
Καὶ
ἀλλόϕυλοι
ἔλαβον
τὴν
κιβωτὸν
τοῦ
θεοῦ
καὶ
εἰσήνεγκαν
αὐτὴν
ἐξ
Αβεννεζερ
εἰς
῎Αζωτον
.
Verse: 2
καὶ
ἔλαβον
ἀλλόϕυλοι
τὴν
κιβωτὸν
κυρίου
καὶ
εἰσήνεγκαν
αὐτὴν
εἰς
οἶκον
Δαγων
καὶ
παρέστησαν
αὐτὴν
παρὰ
Δαγων
.
Verse: 3
καὶ
ὤρθρισαν
οἱ
᾽Αζώτιοι
καὶ
εἰσῆλθον
εἰς
οἶκον
Δαγων
καὶ
εἶδον
καὶ
ἰδοὺ
Δαγων
πεπτωκὼς
ἐπὶ
πρόσωπον
αὐτοῦ
ἐνώπιον
κιβωτοῦ
τοῦ
θεοῦ
·
καὶ
ἤγειραν
τὸν
Δαγων
καὶ
κατέστησαν
εἰς
τὸν
τόπον
αὐτοῦ
.
καὶ
ἐβαρύνθη
χεὶρ
κυρίου
ἐπὶ
τοὺς
᾽Αζωτίους
καὶ
ἐβασάνισεν
αὐτοὺς
καὶ
ἐπάταξεν
αὐτοὺς
εἰς
τὰς
ἕδρας
αὐτῶν
,
τὴν
῎Αζωτον
καὶ
τὰ
ὅρια
αὐτῆς
.
Verse: 4
καὶ
ἐγένετο
ὅτε
ὤρθρισαν
τὸ
πρωί
,
καὶ
ἰδοὺ
Δαγων
πεπτωκὼς
ἐπὶ
πρόσωπον
αὐτοῦ
ἐνώπιον
κιβωτοῦ
διαθήκης
κυρίου
,
καὶ
ἡ
κεϕαλὴ
Δαγων
καὶ
ἀμϕότερα
τὰ
ἴχνη
χειρῶν
αὐτοῦ
ἀϕῃρημένα
ἐπὶ
τὰ
ἐμπρόσθια
αμαϕεθ
ἕκαστον
,
καὶ
ἀμϕότεροι
οἱ
καρποὶ
τῶν
χειρῶν
αὐτοῦ
πεπτωκότες
ἐπὶ
τὸ
πρόθυρον
,
πλὴν
ἡ
ῥάχις
Δαγων
ὑπελείϕθη
.
Verse: 5
διὰ
τοῦτο
οὐκ
ἐπιβαίνουσιν
οἱ
ἱερεῖς
Δαγων
καὶ
πᾶς
ὁ
εἰσπορευόμενος
εἰς
οἶκον
Δαγων
ἐπὶ
βαθμὸν
οἴκου
Δαγων
ἐν
᾽Αζώτῳ
ἕως
τῆς
ἡμέρας
ταύτης
,
ὅτι
ὑπερβαίνοντες
ὑπερβαίνουσιν
.
Verse: 6
καὶ
ἐβαρύνθη
χεὶρ
κυρίου
ἐπὶ
῎Αζωτον
,
καὶ
ἐπήγαγεν
αὐτοῖς
καὶ
ἐξέζεσεν
αὐτοῖς
εἰς
τὰς
ναῦς
,
καὶ
μέσον
τῆς
χώρας
αὐτῆς
ἀνεϕύησαν
μύες
,
καὶ
ἐγένετο
σύγχυσις
θανάτου
μεγάλη
ἐν
τῇ
πόλει
.
Verse: 7
καὶ
εἶδον
οἱ
ἄνδρες
᾽Αζώτου
ὅτι
οὕτως
,
καὶ
λέγουσιν
ὅτι
Οὐ
καθήσεται
κιβωτὸς
τοῦ
θεοῦ
Ισραηλ
μεθ
'
ἡμῶν
,
ὅτι
σκληρὰ
χεὶρ
αὐτοῦ
ἐϕ
'
ἡμᾶς
καὶ
ἐπὶ
Δαγων
θεὸν
ἡμῶν
.
Verse: 8
καὶ
ἀποστέλλουσιν
καὶ
συνάγουσιν
τοὺς
σατράπας
τῶν
ἀλλοϕύλων
πρὸς
αὐτοὺς
καὶ
λέγουσιν
Τί
ποιήσωμεν
κιβωτῷ
θεοῦ
Ισραηλ
;
καὶ
λέγουσιν
οἱ
Γεθθαῖοι
Μετελθέτω
κιβωτὸς
τοῦ
θεοῦ
πρὸς
ἡμᾶς
·
καὶ
μετῆλθεν
κιβωτὸς
τοῦ
θεοῦ
εἰς
Γεθθα
.
Verse: 9
καὶ
ἐγενήθη
μετὰ
τὸ
μετελθεῖν
αὐτὴν
καὶ
γίνεται
χεὶρ
κυρίου
ἐν
τῇ
πόλει
,
τάραχος
μέγας
σϕόδρα
,
καὶ
ἐπάταξεν
τοὺς
ἄνδρας
τῆς
πόλεως
ἀπὸ
μικροῦ
ἕως
μεγάλου
καὶ
ἐπάταξεν
αὐτοὺς
εἰς
τὰς
ἕδρας
αὐτῶν
,
καὶ
ἐποίησαν
ἑαυτοῖς
οἱ
Γεθθαῖοι
ἕδρας
.
Verse: 10
καὶ
ἐξαποστέλλουσιν
τὴν
κιβωτὸν
τοῦ
θεοῦ
εἰς
᾽Ασκαλῶνα
,
καὶ
ἐγενήθη
ὡς
εἰσῆλθεν
κιβωτὸς
θεοῦ
εἰς
᾽Ασκαλῶνα
,
καὶ
ἐβόησαν
οἱ
᾽Ασκαλωνῖται
λέγοντες
Τί
ἀπεστρέψατε
πρὸς
ἡμᾶς
τὴν
κιβωτὸν
τοῦ
θεοῦ
Ισραηλ
θανατῶσαι
ἡμᾶς
καὶ
τὸν
λαὸν
ἡμῶν
;
Verse: 11
καὶ
ἐξαποστέλλουσιν
καὶ
συνάγουσιν
τοὺς
σατράπας
τῶν
ἀλλοϕύλων
καὶ
εἶπον
᾽Εξαποστείλατε
τὴν
κιβωτὸν
τοῦ
θεοῦ
Ισραηλ
,
καὶ
καθισάτω
εἰς
τὸν
τόπον
αὐτῆς
καὶ
οὐ
μὴ
θανατώσῃ
ἡμᾶς
καὶ
τὸν
λαὸν
ἡμῶν
·
ὅτι
ἐγενήθη
σύγχυσις
θανάτου
ἐν
ὅλῃ
τῇ
πόλει
βαρεῖα
σϕόδρα
,
ὡς
εἰσῆλθεν
κιβωτὸς
θεοῦ
Ισραηλ
ἐκεῖ
,
Verse: 12
καὶ
οἱ
ζῶντες
καὶ
οὐκ
ἀποθανόντες
ἐπλήγησαν
εἰς
τὰς
ἕδρας
,
καὶ
ἀνέβη
ἡ
κραυγὴ
τῆς
πόλεως
εἰς
τὸν
οὐρανόν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.