TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 458
Previous part

Chapter: 12_(22) 
Verse: 1    Καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱοῦ Σαλαθιηλ καὶ ᾽Ιησοῦ· Σαραια, Ιερμια, Εσδρα,
Verse: 2    
Αμαρια, Μαλουχ,
Verse: 3    
Σεχενια·
Verse: 7    
οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελϕοὶ αὐτῶν ἐν ἡμέραις ᾽Ιησοῦ.
Verse: 8    
καὶ οἱ Λευῖται· Ιησου, Βανουι, Καδμιηλ, Σαραβια, Ιουδα, Μαχανια· ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελϕοὶ αὐτοῦ
Verse: 9    
εἰς τὰς ἐϕημερίας.
Verse: 10    
καὶ ᾽Ιησοῦς ἐγέννησεν τὸν Ιωακιμ, καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ, καὶ Ελιασιβ τὸν Ιωδαε,
Verse: 11    
καὶ Ιωδαε ἐγέννησεν τὸν Ιωναθαν, καὶ Ιωναθαν ἐγέννησεν τὸν Ιαδου.
Verse: 12    
καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελϕοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραια Μαραια, τῷ Ιερμια Ανανια,
Verse: 13    
τῷ Εσδρα Μεσουλαμ, τῷ Αμαρια Ιωαναν,
Verse: 14    
τῷ Μαλουχ Ιωναθαν, τῷ Σεχενια Ιωσηϕ,
Verse: 15    
τῷ Αρεμ Αδνας, τῷ Μαριωθ Ελκαι,
Verse: 16    
τῷ Αδδαι Ζαχαριας, τῷ Γαναθων Μοσολλαμ,
Verse: 17    
τῷ Αβια Ζεχρι, τῷ Βενιαμιν ἐν καιροῖς τῷ Φελητι,
Verse: 18    
τῷ Βαλγα Σαμουε, τῷ Σεμεια Ιωναθαν,
Verse: 19    
τῷ Ιωιαριβ Μαθθαναι, τῷ Ιδια Οζι,
Verse: 20    
τῷ Σαλλαι Καλλαι, τῷ Αμουκ Αβεδ,
Verse: 21    
τῷ Ελκια Ασαβιας, τῷ Ιεδεϊου Ναθαναηλ.
Verse: 22    
οἱ Λευῖται ἐν ἡμέραις Ελιασιβ, Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου·
Verse: 23    
υἱοὶ Λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ιωαναν υἱοῦ Ελισουβ.
Verse: 24    
καὶ ἄρχοντες τῶν Λευιτῶν· Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελϕοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐϕημερία πρὸς ἐϕημερίαν
Verse: 25    
ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς
Verse: 26    
ἐν ἡμέραις Ιωακιμ υἱοῦ ᾽Ιησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια, καὶ Εσδρας ἱερεὺς γραμματεύς.
Verse: 27    
Καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιῆσαι ἐγκαίνια καὶ εὐϕροσύνην ἐν θωδαθα καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι.
Verse: 28    
καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων
Verse: 29    
καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ιερουσαλημ.
Verse: 30    
καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος.
Verse: 31    
καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας,
Verse: 32    
καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ωσαια καὶ ἥμισυ ἀρχόντων Ιουδα
Verse: 33    
καὶ Αζαριας, Εσδρας καὶ Μεσουλαμ,
Verse: 34    
Ιουδα καὶ Βενιαμιν καὶ Σαμαια καὶ Ιερμια
Verse: 35    
καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαϕ
Verse: 36    
καὶ ἀδελϕοὶ αὐτοῦ Σαμαια καὶ Οζιηλ αἰνεῖν ἐν ᾠδαῖς Δαυιδ ἀνθρώπου τοῦ θεοῦ, καὶ Εσδρας γραμματεὺς ἔμπροσθεν αὐτῶν·
Verse: 37    
ἐπὶ πύλης τοῦ αιν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυιδ καὶ ἕως πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς.
Verse: 38    
καὶ περὶ αἰνέσεως δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς, καὶ ἐγὼ ὀπίσω αὐτῆς, καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουριμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος
Verse: 39    
καὶ ὑπεράνω τῆς πύλης Εϕραιμ καὶ ἐπὶ πύλην τῆς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ανανεηλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς ϕυλακῆς.
Verse: 40    
καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ, καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ' ἐμοῦ
Verse: 41    
καὶ οἱ ἱερεῖς Ελιακιμ, Μαασιας, Βενιαμιν, Μιχαιας, Ελιωηναι, Ζαχαριας, Ανανιας ἐν σάλπιγξιν
Verse: 42    
καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ, καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν.
Verse: 43    
καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐϕράνθησαν, ὅτι θεὸς ηὔϕρανεν αὐτοὺς μεγάλως· καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐϕράνθησαν, καὶ ἠκούσθη εὐϕροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν.
Verse: 44    
Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοϕυλακίων τοῖς θησαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐϕροσύνη ἦν ἐν Ιουδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας.
Verse: 45    
καὶ ἐϕύλαξαν ϕυλακὰς θεοῦ αὐτῶν καὶ ϕυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱοῦ αὐτοῦ·
Verse: 46    
ὅτι ἐν ἡμέραις Δαυιδ Ασαϕ ἀπ' ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ,
Verse: 47    
καὶ πᾶς Ισραηλ ἐν ἡμέραις Ζοροβαβελ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ααρων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.