TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 457
Chapter: 11_(21)
Verse: 1
Καὶ
ἐκάθισαν
οἱ
ἄρχοντες
τοῦ
λαοῦ
ἐν
Ιερουσαλημ
,
καὶ
οἱ
κατάλοιποι
τοῦ
λαοῦ
ἐβάλοσαν
κλήρους
ἐνέγκαι
ἕνα
ἀπὸ
τῶν
δέκα
καθίσαι
ἐν
Ιερουσαλημ
πόλει
τῇ
ἁγίᾳ
καὶ
ἐννέα
μέρη
ἐν
ταῖς
πόλεσιν
.
Verse: 2
καὶ
εὐλόγησεν
ὁ
λαὸς
τοὺς
πάντας
ἄνδρας
τοὺς
ἑκουσιαζομένους
καθίσαι
ἐν
Ιερουσαλημ
.
Verse: 3
Καὶ
οὗτοι
οἱ
ἄρχοντες
τῆς
χώρας
,
οἳ
ἐκάθισαν
ἐν
Ιερουσαλημ
·
καὶ
ἐν
πόλεσιν
Ιουδα
ἐκάθισαν
ἀνὴρ
ἐν
κατασχέσει
αὐτοῦ
ἐν
πόλεσιν
αὐτῶν
,
Ισραηλ
,
οἱ
ἱερεῖς
καὶ
οἱ
Λευῖται
καὶ
οἱ
ναθιναῖοι
καὶ
οἱ
υἱοὶ
δούλων
Σαλωμων
·
Verse: 4
καὶ
ἐν
Ιερουσαλημ
ἐκάθισαν
ἀπὸ
υἱῶν
Ιουδα
καὶ
ἀπὸ
υἱῶν
Βενιαμιν
.
ἀπὸ
υἱῶν
Ιουδα
·
Αθαια
υἱὸς
Αζαια
υἱὸς
Ζαχαρια
υἱὸς
Αμαρια
υἱὸς
Σαϕατια
υἱὸς
Μαλεληλ
καὶ
ἀπὸ
υἱῶν
Φαρες
.
Verse: 5
καὶ
Μαασια
υἱὸς
Βαρουχ
υἱὸς
Χαλαζα
υἱὸς
Οζια
υἱὸς
Αδαια
υἱὸς
Ιωριβ
υἱὸς
Θηζια
υἱὸς
τοῦ
Σηλωνι
.
Verse: 6
πάντες
υἱοὶ
Φαρες
οἱ
καθήμενοι
ἐν
Ιερουσαλημ
τετρακόσιοι
ἑξήκοντα
ὀκτὼ
ἄνδρες
δυνάμεως
.
Verse: 7
καὶ
οὗτοι
υἱοὶ
Βενιαμιν
·
Σηλω
υἱὸς
Μεσουλαμ
υἱὸς
Ιωαδ
υἱὸς
Φαδαια
υἱὸς
Κωλια
υἱὸς
Μασαια
υἱὸς
Αιθιηλ
υἱὸς
Ιεσια
·
Verse: 8
καὶ
ὀπίσω
αὐτοῦ
Γηβι
,
Σηλι
,
ἐννακόσιοι
εἴκοσι
ὀκτώ
.
Verse: 9
καὶ
Ιωηλ
υἱὸς
Ζεχρι
ἐπίσκοπος
ἐπ
'
αὐτούς
,
καὶ
Ιουδας
υἱὸς
Ασανα
ἐπὶ
τῆς
πόλεως
δεύτερος
.
Verse: 10
ἀπὸ
τῶν
ἱερέων
·
καὶ
Ιαδια
υἱὸς
Ιωριβ
,
Ιαχιν
,
Verse: 11
Σαραια
υἱὸς
Ελκια
υἱὸς
Μεσουλαμ
υἱὸς
Σαδδουκ
υἱὸς
Μαριωθ
υἱὸς
Αϊτωβ
ἀπέναντι
οἴκου
τοῦ
θεοῦ
.
Verse: 12
καὶ
ἀδελϕοὶ
αὐτῶν
ποιοῦντες
τὸ
ἔργον
τοῦ
οἴκου
·
Αμασι
υἱὸς
Ζαχαρια
υἱὸς
Φασσουρ
υἱὸς
Μελχια
,
Verse: 13
ἄρχοντες
πατριῶν
διακόσιοι
τεσσαράκοντα
δύο
.
καὶ
Αμεσσαι
υἱὸς
Εσδριηλ
,
Verse: 14
καὶ
ἀδελϕοὶ
αὐτοῦ
δυνατοὶ
παρατάξεως
ἑκατὸν
εἴκοσι
ὀκτώ
,
καὶ
ἐπίσκοπος
ἐπ
'
αὐτῶν
Βαδιηλ
.
Verse: 15
καὶ
ἀπὸ
τῶν
Λευιτῶν
Σαμαια
υἱὸς
Ασουβ
υἱὸς
Εζρι
Verse: 17
καὶ
Μαθανια
υἱὸς
Μιχα
καὶ
Ωβηδ
υἱὸς
Σαμουι
,
Verse: 18
διακόσιοι
ὀγδοήκοντα
τέσσαρες
.
Verse: 19
καὶ
οἱ
πυλωροὶ
Ακουβ
,
Τελαμιν
,
καὶ
οἱ
ἀδελϕοὶ
αὐτῶν
ἑκατὸν
ἑβδομήκοντα
δύο
.
Verse: 22
καὶ
ἐπίσκοπος
Λευιτῶν
υἱὸς
Βανι
,
Οζι
υἱὸς
Ασαβια
υἱὸς
Μιχα
.
ἀπὸ
υἱῶν
Ασαϕ
τῶν
ᾀδόντων
ἀπέναντι
ἔργου
οἴκου
τοῦ
θεοῦ
·
Verse: 23
ὅτι
ἐντολὴ
τοῦ
βασιλέως
ἐπ
'
αὐτούς
.
Verse: 24
καὶ
Παθαια
υἱὸς
Βασηζα
πρὸς
χεῖρα
τοῦ
βασιλέως
εἰς
πᾶν
ῥῆμα
τῷ
λαῷ
.
Verse: 25
καὶ
πρὸς
τὰς
ἐπαύλεις
ἐν
ἀγρῷ
αὐτῶν
.
καὶ
ἀπὸ
υἱῶν
Ιουδα
ἐκάθισαν
ἐν
Καριαθαρβοκ
Verse: 26
καὶ
ἐν
Ιησου
Verse: 27
καὶ
ἐν
Βεηρσαβεε
,
Verse: 30
καὶ
ἐπαύλεις
αὐτῶν
,
Λαχις
καὶ
ἀγροὶ
αὐτῆς
·
καὶ
παρενεβάλοσαν
ἐν
Βεηρσαβεε
.
Verse: 31
καὶ
οἱ
υἱοὶ
Βενιαμιν
ἀπὸ
Γαβα
,
Μαχαμας
.
Verse: 36
καὶ
ἀπὸ
τῶν
Λευιτῶν
μερίδες
Ιουδα
τῷ
Βενιαμιν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.