TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 581
Previous part

Chapter: 12 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
῞Εως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;
ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;
Verse: 3 
ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου,
ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας;
ἕως πότε ὑψωθήσεται ἐχθρός μου ἐπ' ἐμέ;
Verse: 4 
ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε θεός μου·
ϕώτισον τοὺς ὀϕθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον,
Verse: 5 
μήποτε εἴπῃ ἐχθρός μου ῎Ισχυσα πρὸς αὐτόν·
οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.
Verse: 6 
ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα,
ἀγαλλιάσεται καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου·
ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με
καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.