TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 582
Previous part

Chapter: 13 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Εἶπεν ἄϕρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν θεός·
διέϕθειραν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν,
οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
Verse: 2 
κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων
τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἐκζητῶν τὸν θεόν.
Verse: 3 
πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν,
οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
[τάϕος ἀνεῳγμένος λάρυγξ αὐτῶν,
ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν·
ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,
ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα·
σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν·
οὐκ ἔστιν ϕόβος θεοῦ ἀπέναντι τῶν ὀϕθαλμῶν αὐτῶν.]
Verse: 4 
οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;
οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν κύριον οὐκ ἐπεκαλέσαντο.
Verse: 5 
ἐκεῖ ἐδειλίασαν ϕόβῳ, οὗ οὐκ ἦν ϕόβος,
ὅτι θεὸς ἐν γενεᾷ δικαίᾳ.
Verse: 6 
βουλὴν πτωχοῦ κατῃσχύνατε,
ὅτι κύριος ἐλπὶς αὐτοῦ ἐστιν.
Verse: 7 
τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ;
ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ
ἀγαλλιάσθω Ιακωβ καὶ εὐϕρανθήτω Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.