TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 583
Previous part

Chapter: 14 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου
καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;
Verse: 2 
πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην,
λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ,
Verse: 3 
ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ
οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακὸν
καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ·
Verse: 4 
ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος,
τοὺς δὲ ϕοβουμένους κύριον δοξάζει·
ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν·
Verse: 5 
τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ
καὶ δῶρα ἐπ' ἀθῴοις οὐκ ἔλαβεν.
ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.