TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 584
Previous part

Chapter: 15 
Verse: 1  Στηλογραϕία τῷ Δαυιδ.
Φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Verse: 2 
εἶπα τῷ κυρίῳ Κύριός μου εἶ σύ,
ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.
Verse: 3 
τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Verse: 4 
ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν,
μετὰ ταῦτα ἐτάχυναν·
οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων
οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.
Verse: 5 
κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου·
σὺ εἶ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.
Verse: 6 
σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις·
καὶ γὰρ κληρονομία μου κρατίστη μοί ἐστιν.
Verse: 7 
εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με·
ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεϕροί μου.
Verse: 8 
προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός,
ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
Verse: 9 
διὰ τοῦτο ηὐϕράνθη καρδία μου,
καὶ ἠγαλλιάσατο γλῶσσά μου,
ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι,
Verse: 10 
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην
οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαϕθοράν.
Verse: 11 
ἐγνώρισάς μοι ὁδοὺς ζωῆς·
πληρώσεις με εὐϕροσύνης μετὰ τοῦ προσώπου σου,
τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.