TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 585
Previous part

Chapter: 16 
Verse: 1  Προσευχὴ τοῦ Δαυιδ.
Εἰσάκουσον, κύριε, τῆς δικαιοσύνης μου,
πρόσχες τῇ δεήσει μου,
ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις.
Verse: 2 
ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι,
οἱ ὀϕθαλμοί μου ἰδέτωσαν εὐθύτητας.
Verse: 3 
ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός·
ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.
Verse: 4 
ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων,
διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐϕύλαξα ὁδοὺς σκληράς.
Verse: 5 
κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου,
ἵνα μὴ σαλευθῶσιν τὰ διαβήματά μου.
Verse: 6 
ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, θεός·
κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου.
Verse: 7 
θαυμάστωσον τὰ ἐλέη σου,
σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ
ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου.
Verse: 8 
ϕύλαξόν με ὡς κόραν ὀϕθαλμοῦ·
ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με
Verse: 9 
ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με.
οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον·
Verse: 10 
τὸ στέαρ αὐτῶν συνέκλεισαν,
τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηϕανίαν.
Verse: 11 
ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με,
τοὺς ὀϕθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.
Verse: 12 
ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν
καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύϕοις.
Verse: 13 
ἀνάστηθι, κύριε, πρόϕθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς,
ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς,
ῥομϕαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.
Verse: 14 
κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς
διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν.
καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη γαστὴρ αὐτῶν,
ἐχορτάσθησαν υἱῶν
καὶ ἀϕῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.
Verse: 15 
ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀϕθήσομαι τῷ προσώπῳ σου,
χορτασθήσομαι ἐν τῷ ὀϕθῆναι τὴν δόξαν σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.