TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 586
Previous part

Chapter: 17 
Verse: 1  Εἰς τὸ τέλος· τῷ παιδὶ κυρίου τῷ Δαυιδ, ἐλάλησεν
τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης
ἐν ἡμέρᾳ, ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς
πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ,
Verse: 2 
καὶ εἶπεν
᾽Αγαπήσω σε, κύριε ἰσχύς μου.
Verse: 3 
κύριος στερέωμά μου καὶ καταϕυγή μου καὶ ῥύστης μου,
θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν,
ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου.
Verse: 4 
αἰνῶν ἐπικαλέσομαι κύριον
καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
Verse: 5 
περιέσχον με ὠδῖνες θανάτου,
καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με
Verse: 6 
ὠδῖνες ᾅδου περιεκύκλωσάν με,
προέϕθασάν με παγίδες θανάτου.
Verse: 7 
καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον
καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα·
ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ ϕωνῆς μου,
καὶ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.
Verse: 8 
καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη γῆ,
καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν
καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς θεός.
Verse: 9 
ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ,
καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεϕλόγισεν,
ἄνθρακες ἀνήϕθησαν ἀπ' αὐτοῦ.
Verse: 10 
καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη,
καὶ γνόϕος ὑπὸ τοὺς πόδας αὐτοῦ.
Verse: 11 
καὶ ἐπέβη ἐπὶ χερουβιν καὶ ἐπετάσθη,
ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.
Verse: 12 
καὶ ἔθετο σκότος ἀποκρυϕὴν αὐτοῦ·
κύκλῳ αὐτοῦ σκηνὴ αὐτοῦ,
σκοτεινὸν ὕδωρ ἐν νεϕέλαις ἀέρων.
Verse: 13 
ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεϕέλαι διῆλθον,
χάλαζα καὶ ἄνθρακες πυρός.
Verse: 14 
καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος,
καὶ ὕψιστος ἔδωκεν ϕωνὴν αὐτοῦ·
Verse: 15 
καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτοὺς
καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς.
Verse: 16 
καὶ ὤϕθησαν αἱ πηγαὶ τῶν ὑδάτων,
καὶ ἀνεκαλύϕθη τὰ θεμέλια τῆς οἰκουμένης
ἀπὸ ἐπιτιμήσεώς σου, κύριε,
ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.
Verse: 17 
ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με,
προσελάβετό με ἐξ ὑδάτων πολλῶν.
Verse: 18 
ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν
καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.
Verse: 19 
προέϕθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου,
καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου
Verse: 20 
καὶ ἐξήγαγέν με εἰς πλατυσμόν,
ῥύσεταί με, ὅτι ἠθέλησέν με.
[ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν
καὶ ἐκ τῶν μισούντων με.]
Verse: 21 
καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου
καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι,
Verse: 22 
ὅτι ἐϕύλαξα τὰς ὁδοὺς κυρίου
καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου,
Verse: 23 
ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου,
καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησα ἀπ' ἐμοῦ.
Verse: 24 
καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ
καὶ ϕυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
Verse: 25 
καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου
καὶ κατὰ τὴν καθαριότητα· τῶν χειρῶν μου ἐνώπιον τῶν ὀϕθαλμῶν αὐτοῦ.
Verse: 26 
μετὰ ὁσίου ὁσιωθήσῃ
καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ
Verse: 27 
καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ
καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
Verse: 28 
ὅτι σὺ λαὸν ταπεινὸν σώσεις
καὶ ὀϕθαλμοὺς ὑπερηϕάνων ταπεινώσεις.
Verse: 29 
ὅτι σὺ ϕωτιεῖς λύχνον μου, κύριε·
θεός μου, ϕωτιεῖς τὸ σκότος μου.
Verse: 30 
ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου
καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος.
Verse: 31 
θεός μου, ἄμωμος ὁδὸς αὐτοῦ,
τὰ λόγια κυρίου πεπυρωμένα,
ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν.
Verse: 32 
ὅτι τίς θεὸς πλὴν τοῦ κυρίου;
καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν;
Verse: 33 
θεὸς περιζωννύων με δύναμιν
καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου,
Verse: 34 
καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάϕου
καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με,
Verse: 35 
διδάσκων χεῖράς μου εἰς πόλεμον
καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου·
Verse: 36 
καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου,
καὶ δεξιά σου ἀντελάβετό μου,
καὶ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος,
καὶ παιδεία σου αὐτή με διδάξει.
Verse: 37 
ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου,
καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου.
Verse: 38 
καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτοὺς
καὶ οὐκ ἀποστραϕήσομαι, ἕως ἂν ἐκλίπωσιν·
Verse: 39 
ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι,
πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
Verse: 40 
καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον,
συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ' ἐμὲ ὑποκάτω μου
Verse: 41 
καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον
καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας.
Verse: 42 
ἐκέκραξαν, καὶ οὐκ ἦν σῴζων,
πρὸς κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.
Verse: 43 
καὶ λεπτυνῶ αὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου,
ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.
Verse: 44 
ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ,
καταστήσεις με εἰς κεϕαλὴν ἐθνῶν·
λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι,
Verse: 45 
εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι·
υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,
Verse: 46 
υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν
καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
Verse: 47 
ζῇ κύριος, καὶ εὐλογητὸς θεός μου,
καὶ ὑψωθήτω θεὸς τῆς σωτηρίας μου,
Verse: 48 
θεὸς διδοὺς ἐκδικήσεις ἐμοὶ
καὶ ὑποτάξας λαοὺς ὑπ' ἐμέ,
Verse: 49 
ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων,
ἀπὸ τῶν ἐπανιστανομένων ἐπ' ἐμὲ ὑψώσεις με,
ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.
Verse: 50 
διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, κύριε,
καὶ τῷ ὀνόματί σου ψαλῶ,
Verse: 51 
μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ
καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ,
τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.