TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 587
Previous part

Chapter: 18 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ,
ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·
Verse: 3 
ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,
καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
Verse: 4 
οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι,
ὧν οὐχὶ ἀκούονται αἱ ϕωναὶ αὐτῶν·
Verse: 5 
εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ϕθόγγος αὐτῶν
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ·
Verse: 6 
καὶ αὐτὸς ὡς νυμϕίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ,
ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.
Verse: 7 
ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἔξοδος αὐτοῦ,
καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ,
καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.
Verse: 8 
νόμος τοῦ κυρίου ἄμωμος, ἐπιστρέϕων ψυχάς·
μαρτυρία κυρίου πιστή, σοϕίζουσα νήπια·
Verse: 9 
τὰ δικαιώματα κυρίου εὐθεῖα, εὐϕραίνοντα καρδίαν·
ἐντολὴ κυρίου τηλαυγής, ϕωτίζουσα ὀϕθαλμούς·
Verse: 10 
ϕόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος·
τὰ κρίματα κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό,
Verse: 11 
ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν
καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.
Verse: 12 
καὶ γὰρ δοῦλός σου ϕυλάσσει αὐτά·
ἐν τῷ ϕυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
Verse: 13 
παραπτώματα τίς συνήσει;
ἐκ τῶν κρυϕίων μου καθάρισόν με.
Verse: 14 
καὶ ἀπὸ ἀλλοτρίων ϕεῖσαι τοῦ δούλου σου·
ἐὰν μή μου κατακυριεύσωσιν, τότε ἄμωμος ἔσομαι
καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.
Verse: 15 
καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου
καὶ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός,
κύριε βοηθέ μου καὶ λυτρωτά μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.