TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 588
Previous part

Chapter: 19 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
᾽Επακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως,
ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ιακωβ.
Verse: 3 
ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου
καὶ ἐκ Σιων ἀντιλάβοιτό σου.
Verse: 4 
μνησθείη πάσης θυσίας σου
καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.
διάψαλμα.
Verse: 5 
δῴη σοι κατὰ τὴν καρδίαν σου
καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
Verse: 6 
ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου
καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου.
Verse: 7 
νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ·
ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ·
ἐν δυναστείαις σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
Verse: 8 
οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις,
ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
Verse: 9 
αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν,
ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.
Verse: 10 
κύριε, σῶσον τὸν βασιλέα σου
καὶ ἐπάκουσον ἡμῶν ἐν ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.