TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 589
Previous part

Chapter: 20 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Κύριε, ἐν τῇ δυνάμει σου εὐϕρανθήσεται βασιλεὺς
καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σϕόδρα.
Verse: 3 
τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ
καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
διάψαλμα.
Verse: 4 
ὅτι προέϕθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος,
ἔθηκας ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ στέϕανον ἐκ λίθου τιμίου.
Verse: 5 
ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ,
μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
Verse: 6 
μεγάλη δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου,
δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν·
Verse: 7 
ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος,
εὐϕρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
Verse: 8 
ὅτι βασιλεὺς ἐλπίζει ἐπὶ κύριον
καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ.
Verse: 9 
εὑρεθείη χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου,
δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
Verse: 10 
θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου·
κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς,
καὶ καταϕάγεται αὐτοὺς πῦρ.
Verse: 11 
τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς
καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων,
Verse: 12 
ὅτι ἔκλιναν εἰς σὲ κακά,
διελογίσαντο βουλήν, ἣν οὐ μὴ δύνωνται στῆσαι.
Verse: 13 
ὅτι θήσεις αὐτοὺς νῶτον·
ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
Verse: 14 
ὑψώθητι, κύριε, ἐν τῇ δυνάμει σου·
ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.