TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 593
Previous part

Chapter: 24 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
Πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου, θεός μου.
Verse: 2 
ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην,
μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου.
Verse: 3 
καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν·
αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς.
Verse: 4 
τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι
καὶ τὰς τρίβους σου δίδαξόν με.
Verse: 5 
ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου
καὶ δίδαξόν με, ὅτι σὺ εἶ θεὸς σωτήρ μου,
καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
Verse: 6 
μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε,
καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.
Verse: 7 
ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς·
κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ
ἕνεκα τῆς χρηστότητός σου, κύριε.
Verse: 8 
χρηστὸς καὶ εὐθὴς κύριος·
διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
Verse: 9 
ὁδηγήσει πραεῖς ἐν κρίσει,
διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.
Verse: 10 
πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια
τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.
Verse: 11 
ἕνεκα τοῦ ὀνόματός σου, κύριε,
καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν.
Verse: 12 
τίς ἐστιν ἄνθρωπος ϕοβούμενος τὸν κύριον;
νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾑρετίσατο.
Verse: 13 
ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται,
καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
Verse: 14 
κραταίωμα κύριος τῶν ϕοβουμένων αὐτόν,
[καὶ τὸ ὄνομα κυρίου τῶν ϕοβουμένων αὐτόν,]
καὶ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς.
Verse: 15 
οἱ ὀϕθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον,
ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.
Verse: 16 
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με,
ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.
Verse: 17 
αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν·
ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
Verse: 18 
ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου
καὶ ἄϕες πάσας τὰς ἁμαρτίας μου.
Verse: 19 
ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν
καὶ μῖσος ἄδικον ἐμίσησάν με.
Verse: 20 
ϕύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με·
μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.
Verse: 21 
ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι,
ὅτι ὑπέμεινά σε, κύριε.
Verse: 22 
λύτρωσαι, θεός, τὸν Ισραηλ
ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.