TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 594
Previous part

Chapter: 25 
Verse: 1  Τοῦ Δαυιδ.
Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην
καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω.
Verse: 2 
δοκίμασόν με, κύριε, καὶ πείρασόν με,
πύρωσον τοὺς νεϕρούς μου καὶ τὴν καρδίαν μου.
Verse: 3 
ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀϕθαλμῶν μού ἐστιν,
καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
Verse: 4 
οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος
καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω·
Verse: 5 
ἐμίσησα ἐκκλησίαν πονηρευομένων
καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
Verse: 6 
νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου
καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, κύριε,
Verse: 7 
τοῦ ἀκοῦσαι ϕωνὴν αἰνέσεως
καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
Verse: 8 
κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου
καὶ τόπον σκηνώματος δόξης σου.
Verse: 9 
μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου
καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου,
Verse: 10 
ὧν ἐν χερσὶν ἀνομίαι,
δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
Verse: 11 
ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην·
λύτρωσαί με καὶ ἐλέησόν με.
Verse: 12 
γὰρ πούς μου ἔστη ἐν εὐθύτητι·
ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.