TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 610
Previous part

Chapter: 41 
Verse: 1  Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κορε.
Verse: 2 
῝Ον τρόπον ἐπιποθεῖ ἔλαϕος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων,
οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σέ, θεός.
Verse: 3 
ἐδίψησεν ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα·
πότε ἥξω καὶ ὀϕθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;
Verse: 4 
ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς
ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν Ποῦ ἐστιν θεός σου;
Verse: 5 
ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου,
ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ
ἐν ϕωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.
Verse: 6 
ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με;
ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
σωτήριον τοῦ προσώπου μου θεός μου.
Verse: 7 
πρὸς ἐμαυτὸν ψυχή μου ἐταράχθη·
διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ιορδάνου καὶ Ερμωνιιμ, ἀπὸ ὄρους μικροῦ.
Verse: 8 
ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς ϕωνὴν τῶν καταρρακτῶν σου,
πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον.
Verse: 9 
ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ,
καὶ νυκτὸς ᾠδὴ παρ' ἐμοί,
προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου.
Verse: 10 
ἐρῶ τῷ θεῷ ᾽Αντιλήμπτωρ μου εἶ· διὰ τί μου ἐπελάθου;
ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;
Verse: 11 
ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ θλίβοντές με
ἐν τῷ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν Ποῦ ἐστιν θεός σου;
Verse: 12 
ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με;
ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
σωτηρία τοῦ προσώπου μου θεός μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.