TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 611
Previous part

Chapter: 42 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
Κρῖνόν με, θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου,
ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με.
Verse: 2 
ὅτι σὺ εἶ, θεός, κραταίωμά μου· ἵνα τί ἀπώσω με;
καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;
Verse: 3 
ἐξαπόστειλον τὸ ϕῶς σου καὶ τὴν ἀλήθειάν σου·
αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου
καὶ εἰς τὰ σκηνώματά σου.
Verse: 4 
καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ
πρὸς τὸν θεὸν τὸν εὐϕραίνοντα τὴν νεότητά μου·
ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, θεὸς θεός μου.
Verse: 5 
ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με;
ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
σωτήριον τοῦ προσώπου μου θεός μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.