TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 619
Previous part

Chapter: 50 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ
Verse: 2 
ἐν τῷ
ἐλθεῖν πρὸς αὐτὸν Ναθαν τὸν προϕήτην, ἡνίκα
εἰσῆλθεν πρὸς Βηρσαβεε.
Verse: 3 
᾽Ελέησόν με, θεός, κατὰ τὸ μέγα ἔλεός σου
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·
Verse: 4 
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Verse: 5 
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω,
καὶ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός.
Verse: 6 
σοὶ μόνῳ ἥμαρτον
καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Verse: 7 
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμϕθην,
καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με μήτηρ μου.
Verse: 8 
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καὶ τὰ κρύϕια τῆς σοϕίας σου ἐδήλωσάς μοι.
Verse: 9 
ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι·
πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Verse: 10 
ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐϕροσύνην·
ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.
Verse: 11 
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου
καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Verse: 12 
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, θεός,
καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Verse: 13 
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου
καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
Verse: 14 
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου
καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με.
Verse: 15 
διδάξω ἀνόμους τὰς ὁδούς σου,
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Verse: 16 
ῥῦσαί με ἐξ αἱμάτων, θεὸς θεὸς τῆς σωτηρίας μου·
ἀγαλλιάσεται γλῶσσά μου τὴν δικαιοσύνην σου.
Verse: 17 
κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Verse: 18 
ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Verse: 19 
θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην θεὸς οὐκ ἐξουθενώσει.
Verse: 20 
ἀγάθυνον, κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων,
καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ·
Verse: 21 
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
ἀναϕορὰν καὶ ὁλοκαυτώματα·
τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.