TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 618
Previous part

Chapter: 49 
Verse: 1  Ψαλμὸς τῷ Ασαϕ.
Θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν
ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν.
Verse: 2 
ἐκ Σιων εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ,
θεὸς ἐμϕανῶς ἥξει,
Verse: 3 
θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται·
πῦρ ἐναντίον αὐτοῦ καυθήσεται,
καὶ κύκλῳ αὐτοῦ καταιγὶς σϕόδρα.
Verse: 4 
προσκαλέσεται τὸν οὐρανὸν ἄνω
καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ·
Verse: 5 
συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ
τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις,
Verse: 6 
καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ,
ὅτι θεὸς κριτής ἐστιν.
διάψαλμα.
Verse: 7 
῎Ακουσον, λαός μου, καὶ λαλήσω σοι,
Ισραηλ, καὶ διαμαρτύρομαί σοι·
θεὸς θεός σού εἰμι ἐγώ.
Verse: 8 
οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε,
τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός·
Verse: 9 
οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους
οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.
Verse: 10 
ὅτι ἐμά ἐστιν πάντα τὰ θηρία τοῦ δρυμοῦ,
κτήνη ἐν τοῖς ὄρεσιν καὶ βόες·
Verse: 11 
ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ,
καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν.
Verse: 12 
ἐὰν πεινάσω, οὐ μή σοι εἴπω·
ἐμὴ γάρ ἐστιν οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.
Verse: 13 
μὴ ϕάγομαι κρέα ταύρων
αἷμα τράγων πίομαι;
Verse: 14 
θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως
καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου·
Verse: 15 
καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως,
καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.
διάψαλμα.
Verse: 16 
τῷ δὲ ἁμαρτωλῷ εἶπεν θεός
῞Ινα τί σὺ διηγῇ τὰ δικαιώματά μου
καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;
Verse: 17 
σὺ δὲ ἐμίσησας παιδείαν
καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.
Verse: 18 
εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ,
καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις·
Verse: 19 
τὸ στόμα σου ἐπλεόνασεν κακίαν,
καὶ γλῶσσά σου περιέπλεκεν δολιότητα·
Verse: 20 
καθήμενος κατὰ τοῦ ἀδελϕοῦ σου κατελάλεις
καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.
Verse: 21 
ταῦτα ἐποίησας, καὶ ἐσίγησα·
ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος·
ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου.
Verse: 22 
σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ,
μήποτε ἁρπάσῃ καὶ μὴ ῥυόμενος·
Verse: 23 
θυσία αἰνέσεως δοξάσει με,
καὶ ἐκεῖ ὁδός, δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.