TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 617
Previous part

Chapter: 48 
Verse: 1  Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε ψαλμός.
Verse: 2 
᾽Ακούσατε ταῦτα, πάντα τὰ ἔθνη,
ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,
Verse: 3 
οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων,
ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης.
Verse: 4 
τὸ στόμα μου λαλήσει σοϕίαν
καὶ μελέτη τῆς καρδίας μου σύνεσιν·
Verse: 5 
κλινῶ εἰς παραβολὴν τὸ οὖς μου,
ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.
Verse: 6 
ἵνα τί ϕοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ;
ἀνομία τῆς πτέρνης μου κυκλώσει με.
Verse: 7 
οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν
καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι,
Verse: 8 
ἀδελϕὸς οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος;
οὐ δώσει τῷ θεῷ ἐξίλασμα αὐτοῦ
Verse: 9 
καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ.
Verse: 10 
καὶ ἐκόπασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος,
ὅτι οὐκ ὄψεται καταϕθοράν, ὅταν ἴδῃ σοϕοὺς ἀποθνῄσκοντας.
Verse: 11 
ἐπὶ τὸ αὐτὸ ἄϕρων καὶ ἄνους ἀπολοῦνται
καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν,
Verse: 12 
καὶ οἱ τάϕοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα,
σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν.
Verse: 13 
καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν,
παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.
Verse: 14 
αὕτη ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς,
καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν.
διάψαλμα.
Verse: 15 
ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμαίνει αὐτούς·
καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωί,
καὶ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν.
Verse: 16 
πλὴν θεὸς λυτρώσεται τὴν ψυχήν μου
ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με.
διάψαλμα.
Verse: 17 
μὴ ϕοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος
καὶ ὅταν πληθυνθῇ δόξα τοῦ οἴκου αὐτοῦ·
Verse: 18 
ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα,
οὐδὲ συγκαταβήσεται αὐτῷ δόξα αὐτοῦ.
Verse: 19 
ὅτι ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται·
ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ.
Verse: 20 
εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ,
ἕως αἰῶνος οὐκ ὄψεται ϕῶς.
Verse: 21 
ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν,
παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.