TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 616
Previous part

Chapter: 47 
Verse: 1  Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε· δευτέρᾳ σαββάτου.
Verse: 2 
Μέγας κύριος καὶ αἰνετὸς σϕόδρα
ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ,
Verse: 3 
εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς.
ὄρη Σιων, τὰ πλευρὰ τοῦ βορρᾶ,
πόλις τοῦ βασιλέως τοῦ μεγάλου,
Verse: 4 
θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται,
ὅταν ἀντιλαμβάνηται αὐτῆς.
Verse: 5 
ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν,
ἤλθοσαν ἐπὶ τὸ αὐτό·
Verse: 6 
αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν,
ἐταράχθησαν, ἐσαλεύθησαν,
Verse: 7 
τρόμος ἐπελάβετο αὐτῶν,
ἐκεῖ ὠδῖνες ὡς τικτούσης.
Verse: 8 
ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις.
Verse: 9 
καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν
ἐν πόλει κυρίου τῶν δυνάμεων,
ἐν πόλει τοῦ θεοῦ ἡμῶν·
θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
διάψαλμα.
Verse: 10 
ὑπελάβομεν, θεός, τὸ ἔλεός σου
ἐν μέσῳ τοῦ ναοῦ σου.
Verse: 11 
κατὰ τὸ ὄνομά σου, θεός,
οὕτως καὶ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς·
δικαιοσύνης πλήρης δεξιά σου.
Verse: 12 
εὐϕρανθήτω τὸ ὄρος Σιων,
ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας
ἕνεκεν τῶν κριμάτων σου, κύριε.
Verse: 13 
κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν,
διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς,
Verse: 14 
θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς
καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς,
ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν.
Verse: 15 
ὅτι οὗτός ἐστιν θεὸς θεὸς ἡμῶν
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.