TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 615
Previous part

Chapter: 46 
Verse: 1  Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός.
Verse: 2 
Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας,
ἀλαλάξατε τῷ θεῷ ἐν ϕωνῇ ἀγαλλιάσεως,
Verse: 3 
ὅτι κύριος ὕψιστος ϕοβερός,
βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Verse: 4 
ὑπέταξεν λαοὺς ἡμῖν
καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
Verse: 5 
ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,
τὴν καλλονὴν Ιακωβ, ἣν ἠγάπησεν.
διάψαλμα.
Verse: 6 
ἀνέβη θεὸς ἐν ἀλαλαγμῷ,
κύριος ἐν ϕωνῇ σάλπιγγος.
Verse: 7 
ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε,
ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε,
Verse: 8 
ὅτι βασιλεὺς πάσης τῆς γῆς θεός,
ψάλατε συνετῶς.
Verse: 9 
ἐβασίλευσεν θεὸς ἐπὶ τὰ ἔθνη,
θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
Verse: 10 
ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Αβρααμ,
ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς, σϕόδρα ἐπήρθησαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.