TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 614
Previous part

Chapter: 45 
Verse: 1  Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε, ὑπὲρ τῶν
κρυϕίων ψαλμός.
Verse: 2 
῾Ο θεὸς ἡμῶν καταϕυγὴ καὶ δύναμις,
βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σϕόδρα.
Verse: 3 
διὰ τοῦτο οὐ ϕοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν
καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
Verse: 4 
ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν,
ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ.
διάψαλμα.
Verse: 5 
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐϕραίνουσιν τὴν πόλιν τοῦ θεοῦ·
ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὕψιστος.
Verse: 6 
θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται·
βοηθήσει αὐτῇ θεὸς τὸ πρὸς πρωί.
Verse: 7 
ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι·
ἔδωκεν ϕωνὴν αὐτοῦ, ἐσαλεύθη γῆ.
Verse: 8 
κύριος τῶν δυνάμεων μεθ' ἡμῶν,
ἀντιλήμπτωρ ἡμῶν θεὸς Ιακωβ.
διάψαλμα.
Verse: 9 
δεῦτε ἴδετε τὰ ἔργα κυρίου,
ἔθετο τέρατα ἐπὶ τῆς γῆς.
Verse: 10 
ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς
τόξον συντρίψει καὶ συγκλάσει ὅπλον
καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.
Verse: 11 
σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι θεός·
ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.
Verse: 12 
κύριος τῶν δυνάμεων μεθ' ἡμῶν,
ἀντιλήμπτωρ ἡμῶν θεὸς Ιακωβ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.