TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 613
Chapter: 44
Verse: 1
Εἰς
τὸ
τέλος
,
ὑπὲρ
τῶν
ἀλλοιωθησομένων
·
τοῖς
υἱοῖς
Κορε
εἰς
σύνεσιν
·
ᾠδὴ
ὑπὲρ
τοῦ
ἀγαπητοῦ
.
Verse: 2
᾽Εξηρεύξατο
ἡ
καρδία
μου
λόγον
ἀγαθόν
,
λέγω
ἐγὼ
τὰ
ἔργα
μου
τῷ
βασιλεῖ
,
ἡ
γλῶσσά
μου
κάλαμος
γραμματέως
ὀξυγράϕου
.
Verse: 3
ὡραῖος
κάλλει
παρὰ
τοὺς
υἱοὺς
τῶν
ἀνθρώπων
,
ἐξεχύθη
χάρις
ἐν
χείλεσίν
σου
·
διὰ
τοῦτο
εὐλόγησέν
σε
ὁ
θεὸς
εἰς
τὸν
αἰῶνα
.
Verse: 4
περίζωσαι
τὴν
ῥομϕαίαν
σου
ἐπὶ
τὸν
μηρόν
σου
,
δυνατέ
,
τῇ
ὡραιότητί
σου
καὶ
τῷ
κάλλει
σου
Verse: 5
καὶ
ἔντεινον
καὶ
κατευοδοῦ
καὶ
βασίλευε
ἕνεκεν
ἀληθείας
καὶ
πραύτητος
καὶ
δικαιοσύνης
,
καὶ
ὁδηγήσει
σε
θαυμαστῶς
ἡ
δεξιά
σου
.
Verse: 6
τὰ
βέλη
σου
ἠκονημένα
,
δυνατέ
,
λαοὶ
ὑποκάτω
σου
πεσοῦνται
ἐν
καρδίᾳ
τῶν
ἐχθρῶν
τοῦ
βασιλέως
.
Verse: 7
ὁ
θρόνος
σου
,
ὁ
θεός
,
εἰς
τὸν
αἰῶνα
τοῦ
αἰῶνος
,
ῥάβδος
εὐθύτητος
ἡ
ῥάβδος
τῆς
βασιλείας
σου
.
Verse: 8
ἠγάπησας
δικαιοσύνην
καὶ
ἐμίσησας
ἀνομίαν
·
διὰ
τοῦτο
ἔχρισέν
σε
ὁ
θεὸς
ὁ
θεός
σου
ἔλαιον
ἀγαλλιάσεως
παρὰ
τοὺς
μετόχους
σου
.
Verse: 9
σμύρνα
καὶ
στακτὴ
καὶ
κασία
ἀπὸ
τῶν
ἱματίων
σου
ἀπὸ
βάρεων
ἐλεϕαντίνων
,
ἐξ
ὧν
ηὔϕρανάν
σε
.
Verse: 10
θυγατέρες
βασιλέων
ἐν
τῇ
τιμῇ
σου
·
παρέστη
ἡ
βασίλισσα
ἐκ
δεξιῶν
σου
ἐν
ἱματισμῷ
διαχρύσῳ
περιβεβλημένη
πεποικιλμένη
.
Verse: 11
ἄκουσον
,
θύγατερ
,
καὶ
ἰδὲ
καὶ
κλῖνον
τὸ
οὖς
σου
καὶ
ἐπιλάθου
τοῦ
λαοῦ
σου
καὶ
τοῦ
οἴκου
τοῦ
πατρός
σου
,
Verse: 12
ὅτι
ἐπεθύμησεν
ὁ
βασιλεὺς
τοῦ
κάλλους
σου
,
ὅτι
αὐτός
ἐστιν
ὁ
κύριός
σου
.
Verse: 13
καὶ
προσκυνήσουσιν
αὐτῷ
θυγατέρες
Τύρου
ἐν
δώροις
,
τὸ
πρόσωπόν
σου
λιτανεύσουσιν
οἱ
πλούσιοι
τοῦ
λαοῦ
.
Verse: 14
πᾶσα
ἡ
δόξα
αὐτῆς
θυγατρὸς
βασιλέως
ἔσωθεν
ἐν
κροσσωτοῖς
χρυσοῖς
περιβεβλημένη
πεποικιλμένη
.
Verse: 15
ἀπενεχθήσονται
τῷ
βασιλεῖ
παρθένοι
ὀπίσω
αὐτῆς
,
αἱ
πλησίον
αὐτῆς
ἀπενεχθήσονταί
σοι
·
Verse: 16
ἀπενεχθήσονται
ἐν
εὐϕροσύνῃ
καὶ
ἀγαλλιάσει
,
ἀχθήσονται
εἰς
ναὸν
βασιλέως
.
Verse: 17
ἀντὶ
τῶν
πατέρων
σου
ἐγενήθησάν
σοι
υἱοί
·
καταστήσεις
αὐτοὺς
ἄρχοντας
ἐπὶ
πᾶσαν
τὴν
γῆν
.
Verse: 18
μνησθήσονται
τοῦ
ὀνόματός
σου
ἐν
πάσῃ
γενεᾷ
καὶ
γενεᾷ
·
διὰ
τοῦτο
λαοὶ
ἐξομολογήσονταί
σοι
εἰς
τὸν
αἰῶνα
καὶ
εἰς
τὸν
αἰῶνα
τοῦ
αἰῶνος
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.