TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 621
Previous part

Chapter: 52 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ μαελεθ· συνέσεως τῷ Δαυιδ.
Verse: 2 
Εἶπεν ἄϕρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν θεός.
διεϕθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις,
οὐκ ἔστιν ποιῶν ἀγαθόν.
Verse: 3 
θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων
τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἐκζητῶν τὸν θεόν.
Verse: 4 
πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν,
οὐκ ἔστιν ποιῶν ἀγαθόν, οὐκ ἔστιν ἕως ἑνός.
Verse: 5 
οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;
οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπεκαλέσαντο.
Verse: 6 
ἐκεῖ ϕοβηθήσονται ϕόβον, οὗ οὐκ ἦν ϕόβος,
ὅτι θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων·
κατῃσχύνθησαν, ὅτι θεὸς ἐξουδένωσεν αὐτούς.
Verse: 7 
τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ;
ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ
ἀγαλλιάσεται Ιακωβ καὶ εὐϕρανθήσεται Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.