TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 622
Previous part

Chapter: 53 
Verse: 1  Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ
Verse: 2 
ἐν τῷ ἐλθεῖν τοὺς Ζιϕαίους καὶ εἰπεῖν τῷ
Σαουλ Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ' ἡμῖν;
Verse: 3 
῾Ο θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με
καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
Verse: 4 
θεός, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
Verse: 5 
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ,
καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου·
οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν.
διάψαλμα.
Verse: 6 
ἰδοὺ γὰρ θεὸς βοηθεῖ μοι,
καὶ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
Verse: 7 
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου·
ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς.
Verse: 8 
ἑκουσίως θύσω σοι,
ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαθόν·
Verse: 9 
ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με,
καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὀϕθαλμός μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.