TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 623
Previous part

Chapter: 54 
Verse: 1  Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ.
Verse: 2 
᾽Ενώτισαι, θεός, τὴν προσευχὴν μου
καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου,
Verse: 3 
πρόσχες μοι καὶ εἰσάκουσόν μου.
ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην
Verse: 4 
ἀπὸ ϕωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ,
ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν
καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.
Verse: 5 
καρδία μου ἐταράχθη ἐν ἐμοί,
καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ·
Verse: 6 
ϕόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμέ,
καὶ ἐκάλυψέν με σκότος.
Verse: 7 
καὶ εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς
καὶ πετασθήσομαι καὶ καταπαύσω;
Verse: 8 
ἰδοὺ ἐμάκρυνα ϕυγαδεύων
καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.
διάψαλμα.
Verse: 9 
προσεδεχόμην τὸν σῴζοντά με
ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος.
Verse: 10 
καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν,
ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.
Verse: 11 
ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς,
ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία,
Verse: 12 
καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.
Verse: 13 
ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν,
καὶ εἰ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ.
Verse: 14 
σὺ δέ, ἄνθρωπε ἰσόψυχε,
ἡγεμών μου καὶ γνωστέ μου,
Verse: 15 
ὃς ἐπὶ τὸ αὐτό μοι ἐγλύκανας ἐδέσματα,
ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ·
Verse: 16 
ἐλθέτω θάνατος ἐπ' αὐτούς,
καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες,
ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν.
Verse: 17 
ἐγὼ δὲ πρὸς τὸν θεὸν ἐκέκραξα,
καὶ κύριος εἰσήκουσέν μου.
Verse: 18 
ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι·
ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς ϕωνῆς μου.
Verse: 19 
λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι,
ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.
Verse: 20 
εἰσακούσεται θεὸς καὶ ταπεινώσει αὐτούς,
ὑπάρχων πρὸ τῶν αἰώνων.
διάψαλμα.
οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα,
καὶ οὐκ ἐϕοβήθησαν τὸν θεόν.
Verse: 21 
ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι·
ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.
Verse: 22 
διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ,
καὶ ἤγγισεν καρδία αὐτοῦ·
ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον,
καὶ αὐτοί εἰσιν βολίδες.
Verse: 23 
ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει·
οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.
Verse: 24 
σὺ δέ, θεός, κατάξεις αὐτοὺς εἰς ϕρέαρ διαϕθορᾶς·
ἄνδρες αἱμάτων καὶ δολιότητος
οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν.
ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ, κύριε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.