TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 624
Previous part

Chapter: 55 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων
μεμακρυμμένου· τῷ Δαυιδ εἰς στηλογραϕίαν,
ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόϕυλοι ἐν Γεθ.
Verse: 2 
᾽Ελέησόν με, κύριε, ὅτι κατεπάτησέν με ἄνθρωπος,
ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με.
Verse: 3 
κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν,
ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους.
Verse: 4 
ἡμέρας ϕοβηθήσομαι, ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ.
Verse: 5 
ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν.
ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ ϕοβηθήσομαι· τί ποιήσει μοι σάρξ;
Verse: 6 
ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο,
κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.
Verse: 7 
παροικήσουσιν καὶ κατακρύψουσιν·
αὐτοὶ τὴν πτέρναν μου ϕυλάξουσιν,
καθάπερ ὑπέμειναν τὴν ψυχήν μου.
Verse: 8 
ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς,
ἐν ὀργῇ λαοὺς κατάξεις, θεός.
Verse: 9 
τὴν ζωήν μου ἐξήγγειλά σοι,
ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου.
Verse: 10 
ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω,
ἐν ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε·
ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ.
Verse: 11 
ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα,
ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον.
Verse: 12 
ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ ϕοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;
Verse: 13 
ἐν ἐμοί, θεός, αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι,
Verse: 14 
ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου
καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος
τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν ϕωτὶ ζώντων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.