TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 644
Previous part

Chapter: 75 
Verse: 1  Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ασαϕ,
ᾠδὴ πρὸς τὸν ᾽Ασσύριον.
Verse: 2 
Γνωστὸς ἐν τῇ Ιουδαίᾳ θεός,
ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ.
Verse: 3 
καὶ ἐγενήθη ἐν εἰρήνῃ τόπος αὐτοῦ
καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων·
Verse: 4 
ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων,
ὅπλον καὶ ῥομϕαίαν καὶ πόλεμον.
διάψαλμα,
Verse: 5 
ϕωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.
Verse: 6 
ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ,
ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν
πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.
Verse: 7 
ἀπὸ ἐπιτιμήσεώς σου, θεὸς Ιακωβ,
ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.
Verse: 8 
σὺ ϕοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;
ἀπὸ τότε ὀργή σου.
Verse: 9 
ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν,
γῆ ἐϕοβήθη καὶ ἡσύχασεν
Verse: 10 
ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν
τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς.
διάψαλμα.
Verse: 11 
ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι,
καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.
Verse: 12 
εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν·
πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα
Verse: 13 
τῷ ϕοβερῷ καὶ ἀϕαιρουμένῳ πνεύματα ἀρχόντων,
ϕοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.