TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 645
Previous part

Chapter: 76 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· τῷ Ασαϕ ψαλμός.
Verse: 2 
Φωνῇ μου πρὸς κύριον ἐκέκραξα,
ϕωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι.
Verse: 3 
ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα,
ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην·
ἀπηνήνατο παρακληθῆναι ψυχή μου.
Verse: 4 
ἐμνήσθην τοῦ θεοῦ καὶ εὐϕράνθην·
ἠδολέσχησα, καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου.
διάψαλμα.
Verse: 5 
προκατελάβοντο ϕυλακὰς οἱ ὀϕθαλμοί μου,
ἐταράχθην καὶ οὐκ ἐλάλησα.
Verse: 6 
διελογισάμην ἡμέρας ἀρχαίας
καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα·
Verse: 7 
νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν,
καὶ ἔσκαλλεν τὸ πνεῦμά μου.
Verse: 8 
μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος
καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;
Verse: 9 
εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει
ἀπὸ γενεᾶς εἰς γενεάν;
Verse: 10 
ἐπιλήσεται τοῦ οἰκτιρῆσαι θεὸς
συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ;
διάψαλμα.
Verse: 11 
καὶ εἶπα Νῦν ἠρξάμην,
αὕτη ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.
Verse: 12 
ἐμνήσθην τῶν ἔργων κυρίου,
ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου
Verse: 13 
καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου
καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω.
Verse: 14 
θεός, ἐν τῷ ἁγίῳ ὁδός σου·
τίς θεὸς μέγας ὡς θεὸς ἡμῶν;
Verse: 15 
σὺ εἶ θεὸς ποιῶν θαυμάσια,
ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου·
Verse: 16 
ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου,
τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηϕ.
διάψαλμα.
Verse: 17 
εἴδοσάν σε ὕδατα, θεός,
εἴδοσάν σε ὕδατα καὶ ἐϕοβήθησαν,
καὶ ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων.
Verse: 18 
ϕωνὴν ἔδωκαν αἱ νεϕέλαι,
καὶ γὰρ τὰ βέλη σου διαπορεύονται·
Verse: 19 
ϕωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ,
ἔϕαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ,
ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη γῆ.
Verse: 20 
ἐν τῇ θαλάσσῃ ὁδός σου,
καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς,
καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.
Verse: 21 
ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου
ἐν χειρὶ Μωυσῆ καὶ Ααρων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.