TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 646
Previous part

Chapter: 77 
Verse: 1  Συνέσεως τῷ Ασαϕ.
Προσέχετε, λαός μου, τὸν νόμον μου,
κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου·
Verse: 2 
ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου,
ϕθέγξομαι προβλήματα ἀπ' ἀρχῆς.
Verse: 3 
ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ
καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν,
Verse: 4 
οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν
ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ κυρίου
καὶ τὰς δυναστείας αὐτοῦ
καὶ τὰ θαυμάσια αὐτοῦ, ἐποίησεν.
Verse: 5 
καὶ ἀνέστησεν μαρτύριον ἐν Ιακωβ
καὶ νόμον ἔθετο ἐν Ισραηλ,
ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν
τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν,
Verse: 6 
ὅπως ἂν γνῷ γενεὰ ἑτέρα,
υἱοὶ οἱ τεχθησόμενοι,
καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν,
Verse: 7 
ἵνα θῶνται ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα αὐτῶν
καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ
καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσιν,
Verse: 8 
ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν
γενεὰ σκολιὰ καὶ παραπικραίνουσα,
γενεά, ἥτις οὐ κατηύθυνεν τὴν καρδίαν αὐτῆς
καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς.
Verse: 9 
υἱοὶ Εϕραιμ ἐντείνοντες καὶ βάλλοντες τόξοις
ἐστράϕησαν ἐν ἡμέρᾳ πολέμου.
Verse: 10 
οὐκ ἐϕύλαξαν τὴν διαθήκην τοῦ θεοῦ
καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤθελον πορεύεσθαι
Verse: 11 
καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ
καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς,
Verse: 12 
ἐναντίον τῶν πατέρων αὐτῶν ἐποίησεν θαυμάσια
ἐν γῇ Αἰγύπτῳ ἐν πεδίῳ Τάνεως.
Verse: 13 
διέρρηξεν θάλασσαν καὶ διήγαγεν αὐτούς,
ἔστησεν ὕδατα ὡσεὶ ἀσκὸν
Verse: 14 
καὶ ὡδήγησεν αὐτοὺς ἐν νεϕέλῃ ἡμέρας
καὶ ὅλην τὴν νύκτα ἐν ϕωτισμῷ πυρός.
Verse: 15 
διέρρηξεν πέτραν ἐν ἐρήμῳ
καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ
Verse: 16 
καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας
καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.
Verse: 17 
καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ,
παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρῳ
Verse: 18 
καὶ ἐξεπείρασαν τὸν θεὸν ἐν ταῖς καρδίαις αὐτῶν
τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν
Verse: 19 
καὶ κατελάλησαν τοῦ θεοῦ καὶ εἶπαν
Μὴ δυνήσεται θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;
Verse: 20 
ἐπεὶ ἐπάταξεν πέτραν καὶ ἐρρύησαν ὕδατα
καὶ χείμαρροι κατεκλύσθησαν,
μὴ καὶ ἄρτον δύναται δοῦναι
ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;
Verse: 21 
διὰ τοῦτο ἤκουσεν κύριος καὶ ἀνεβάλετο,
καὶ πῦρ ἀνήϕθη ἐν Ιακωβ,
καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ισραηλ,
Verse: 22 
ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ θεῷ
οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ.
Verse: 23 
καὶ ἐνετείλατο νεϕέλαις ὑπεράνωθεν
καὶ θύρας οὐρανοῦ ἀνέῳξεν
Verse: 24 
καὶ ἔβρεξεν αὐτοῖς μαννα ϕαγεῖν
καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς·
Verse: 25 
ἄρτον ἀγγέλων ἔϕαγεν ἄνθρωπος,
ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν.
Verse: 26 
ἀπῆρεν νότον ἐξ οὐρανοῦ
καὶ ἐπήγαγεν ἐν τῇ δυναστείᾳ αὐτοῦ λίβα
Verse: 27 
καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χοῦν σάρκας
καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά,
Verse: 28 
καὶ ἐπέπεσον εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν
κύκλῳ τῶν σκηνωμάτων αὐτῶν,
Verse: 29 
καὶ ἐϕάγοσαν καὶ ἐνεπλήσθησαν σϕόδρα,
καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς,
Verse: 30 
οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν.
ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν
Verse: 31 
καὶ ὀργὴ τοῦ θεοῦ ἀνέβη ἐπ' αὐτοὺς
καὶ ἀπέκτεινεν ἐν τοῖς πίοσιν αὐτῶν
καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ισραηλ συνεπόδισεν.
Verse: 32 
ἐν πᾶσιν τούτοις ἥμαρτον ἔτι
καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ,
Verse: 33 
καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν
καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.
Verse: 34 
ὅταν ἀπέκτεννεν αὐτούς, ἐξεζήτουν αὐτὸν
καὶ ἐπέστρεϕον καὶ ὤρθριζον πρὸς τὸν θεὸν
Verse: 35 
καὶ ἐμνήσθησαν ὅτι θεὸς βοηθὸς αὐτῶν ἐστιν
καὶ θεὸς ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν.
Verse: 36 
καὶ ἠπάτησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν
καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ,
Verse: 37 
δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ,
οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.
Verse: 38 
αὐτὸς δέ ἐστιν οἰκτίρμων
καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν καὶ οὐ διαϕθερεῖ
καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ
καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ·
Verse: 39 
καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν,
πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέϕον.
Verse: 40 
ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ,
παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ;
Verse: 41 
καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν θεὸν
καὶ τὸν ἅγιον τοῦ Ισραηλ παρώξυναν.
Verse: 42 
οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ,
ἡμέρας, ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος,
Verse: 43 
ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ
καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως·
Verse: 44 
καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν
καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν·
Verse: 45 
ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέϕαγεν αὐτούς,
καὶ βάτραχον, καὶ διέϕθειρεν αὐτούς·
Verse: 46 
καὶ ἔδωκεν τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν
καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι·
Verse: 47 
ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν
καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ·
Verse: 48 
καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν
καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί·
Verse: 49 
ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ,
θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν,
ἀποστολὴν δι' ἀγγέλων πονηρῶν·
Verse: 50 
ὡδοποίησεν τρίβον τῇ ὀργῇ αὐτοῦ,
οὐκ ἐϕείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν
καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισεν
Verse: 51 
καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν Αἰγύπτῳ,
ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χαμ.
Verse: 52 
καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ
καὶ ἀνήγαγεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμῳ
Verse: 53 
καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν,
καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψεν θάλασσα.
Verse: 54 
καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὅριον ἁγιάσματος αὐτοῦ,
ὄρος τοῦτο, ἐκτήσατο δεξιὰ αὐτοῦ,
Verse: 55 
καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη
καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας
καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς ϕυλὰς τοῦ Ισραηλ.
Verse: 56 
καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον
καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐϕυλάξαντο
Verse: 57 
καὶ ἀπέστρεψαν καὶ ἠσυνθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν
καὶ μετεστράϕησαν εἰς τόξον στρεβλὸν
Verse: 58 
καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν
καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.
Verse: 59 
ἤκουσεν θεὸς καὶ ὑπερεῖδεν
καὶ ἐξουδένωσεν σϕόδρα τὸν Ισραηλ
Verse: 60 
καὶ ἀπώσατο τὴν σκηνὴν Σηλωμ,
σκήνωμα αὐτοῦ, οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις.
Verse: 61 
καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν
καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθροῦ
Verse: 62 
καὶ συνέκλεισεν εἰς ῥομϕαίαν τὸν λαὸν αὐτοῦ
καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν.
Verse: 63 
τοὺς νεανίσκους αὐτῶν κατέϕαγεν πῦρ,
καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν·
Verse: 64 
οἱ ἱερεῖς αὐτῶν ἐν ῥομϕαίᾳ ἔπεσαν,
καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται.
Verse: 65 
καὶ ἐξηγέρθη ὡς ὑπνῶν κύριος,
ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου,
Verse: 66 
καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω
ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.
Verse: 67 
καὶ ἀπώσατο τὸ σκήνωμα Ιωσηϕ
καὶ τὴν ϕυλὴν Εϕραιμ οὐκ ἐξελέξατο·
Verse: 68 
καὶ ἐξελέξατο τὴν ϕυλὴν Ιουδα,
τὸ ὄρος τὸ Σιων, ἠγάπησεν,
Verse: 69 
καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ,
ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
Verse: 70 
καὶ ἐξελέξατο Δαυιδ τὸν δοῦλον αὐτοῦ
καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων,
Verse: 71 
ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτὸν
ποιμαίνειν Ιακωβ τὸν λαὸν αὐτοῦ
καὶ Ισραηλ τὴν κληρονομίαν αὐτοῦ,
Verse: 72 
καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ
καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.