TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 648
Previous part

Chapter: 79 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· μαρτύριον
τῷ Ασαϕ, ψαλμὸς ὑπὲρ τοῦ ᾽Ασσυρίου.
Verse: 2 
῾Ο ποιμαίνων τὸν Ισραηλ, πρόσχες,
ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ιωσηϕ,
καθήμενος ἐπὶ τῶν χερουβιν, ἐμϕάνηθι.
Verse: 3 
ἐναντίον Εϕραιμ καὶ Βενιαμιν καὶ Μανασση
ἐξέγειρον τὴν δυναστείαν σου
καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Verse: 4 
θεός, ἐπίστρεψον ἡμᾶς
καὶ ἐπίϕανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.
Verse: 5 
κύριε θεὸς τῶν δυνάμεων,
ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου,
Verse: 6 
ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων
καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ;
Verse: 7 
ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν,
καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.
Verse: 8 
κύριε θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς
καὶ ἐπίϕανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.
διάψαλμα.
Verse: 9 
ἄμπελον ἐξ Αἰγύπτου μετῆρας,
ἐξέβαλες ἔθνη καὶ κατεϕύτευσας αὐτήν·
Verse: 10 
ὡδοποίησας ἔμπροσθεν αὐτῆς
καὶ κατεϕύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη γῆ.
Verse: 11 
ἐκάλυψεν ὄρη σκιὰ αὐτῆς
καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ θεοῦ·
Verse: 12 
ἐξέτεινεν τὰ κλήματα αὐτῆς ἕως θαλάσσης
καὶ ἕως ποταμοῦ τὰς παραϕυάδας αὐτῆς.
Verse: 13 
ἵνα τί καθεῖλες τὸν ϕραγμὸν αὐτῆς
καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;
Verse: 14 
ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ,
καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.
Verse: 15 
θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή,
ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἰδὲ
καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην
Verse: 16 
καὶ κατάρτισαι αὐτήν, ἣν ἐϕύτευσεν δεξιά σου,
καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ.
Verse: 17 
ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη·
ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται.
Verse: 18 
γενηθήτω χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου
καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ·
Verse: 19 
καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ,
ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.
Verse: 20 
κύριε θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς
καὶ ἐπίϕανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.