TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 649
Previous part

Chapter: 80 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τῷ Ασαϕ ψαλμός.
Verse: 2 
᾽Αγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν,
ἀλαλάξατε τῷ θεῷ Ιακωβ·
Verse: 3 
λάβετε ψαλμὸν καὶ δότε τύμπανον,
ψαλτήριον τερπνὸν μετὰ κιθάρας·
Verse: 4 
σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι,
ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν·
Verse: 5 
ὅτι πρόσταγμα τῷ Ισραηλ ἐστὶν
καὶ κρίμα τῷ θεῷ Ιακωβ.
Verse: 6 
μαρτύριον ἐν τῷ Ιωσηϕ ἔθετο αὐτὸν
ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου·
γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν·
Verse: 7 
ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ,
αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοϕίνῳ ἐδούλευσαν.
Verse: 8 
᾽Εν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε·
ἐπήκουσά σου ἐν ἀποκρύϕῳ καταιγίδος,
ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας.
διάψαλμα.
Verse: 9 
ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι·
Ισραηλ, ἐὰν ἀκούσῃς μου,
Verse: 10 
οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσϕατος,
οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ·
Verse: 11 
ἐγὼ γάρ εἰμι κύριος θεός σου
ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου·
πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.
Verse: 12 
καὶ οὐκ ἤκουσεν λαός μου τῆς ϕωνῆς μου,
καὶ Ισραηλ οὐ προσέσχεν μοι·
Verse: 13 
καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν,
πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
Verse: 14 
εἰ λαός μου ἤκουσέν μου,
Ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη,
Verse: 15 
ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα
καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.
Verse: 16 
οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ,
καὶ ἔσται καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.
Verse: 17 
καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ
καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.