TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 650
Previous part

Chapter: 81 
Verse: 1  Ψαλμὸς τῷ Ασαϕ.
῾Ο θεὸς ἔστη ἐν συναγωγῇ θεῶν,
ἐν μέσῳ δὲ θεοὺς διακρίνει
Verse: 2 
῞Εως πότε κρίνετε ἀδικίαν
καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;
διάψαλμα.
Verse: 3 
κρίνατε ὀρϕανὸν καὶ πτωχόν,
ταπεινὸν καὶ πένητα δικαιώσατε·
Verse: 4 
ἐξέλεσθε πένητα καὶ πτωχόν,
ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.
Verse: 5 
οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν,
ἐν σκότει διαπορεύονται·
σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς.
Verse: 6 
ἐγὼ εἶπα Θεοί ἐστε
καὶ υἱοὶ ὑψίστου πάντες·
Verse: 7 
ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε
καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.
Verse: 8 
ἀνάστα, θεός, κρῖνον τὴν γῆν,
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.