TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 658
Previous part

Chapter: 89 
Verse: 1  Προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ.
Κύριε, καταϕυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ·
Verse: 2 
πρὸ τοῦ ὄρη γενηθῆναι
καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην
καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ.
Verse: 3 
μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν·
καὶ εἶπας ᾽Επιστρέψατε, υἱοὶ ἀνθρώπων.
Verse: 4 
ὅτι χίλια ἔτη ἐν ὀϕθαλμοῖς σου
ὡς ἡμέρα ἐχθές, ἥτις διῆλθεν,
καὶ ϕυλακὴ ἐν νυκτί.
Verse: 5 
τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται.
τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι,
Verse: 6 
τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι,
τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.
Verse: 7 
ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου
καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
Verse: 8 
ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου·
αἰὼν ἡμῶν εἰς ϕωτισμὸν τοῦ προσώπου σου.
Verse: 9 
ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον,
καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν·
τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων.
Verse: 10 
αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν, ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη,
ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη,
καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος·
ὅτι ἐπῆλθεν πραύτης ἐϕ' ἡμᾶς, καὶ παιδευθησόμεθα.
Verse: 11 
τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου
καὶ ἀπὸ τοῦ ϕόβου σου τὸν θυμόν σου;
Verse: 12 
ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισον
καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοϕίᾳ.
Verse: 13 
ἐπίστρεψον, κύριε· ἕως πότε;
καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.
Verse: 14 
ἐνεπλήσθημεν τὸ πρωὶ τοῦ ἐλέους σου
καὶ ἠγαλλιασάμεθα καὶ εὐϕράνθημεν
ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν·
Verse: 15 
εὐϕράνθημεν ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς,
ἐτῶν, ὧν εἴδομεν κακά.
Verse: 16 
καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου
καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν,
Verse: 17 
καὶ ἔστω λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐϕ' ἡμᾶς,
καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐϕ' ἡμᾶς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.