TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 659
Previous part

Chapter: 90 
Verse: 1  Αἶνος ᾠδῆς τῷ Δαυιδ.
῾Ο κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου
ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
Verse: 2 
ἐρεῖ τῷ κυρίῳ ᾽Αντιλήμπτωρ μου εἶ καὶ καταϕυγή μου,
θεός μου, ἐλπιῶ ἐπ' αὐτόν,
Verse: 3 
ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν
καὶ ἀπὸ λόγου ταραχώδους.
Verse: 4 
ἐν τοῖς μεταϕρένοις αὐτοῦ ἐπισκιάσει σοι,
καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς·
ὅπλῳ κυκλώσει σε ἀλήθεια αὐτοῦ.
Verse: 5 
οὐ ϕοβηθήσῃ ἀπὸ ϕόβου νυκτερινοῦ,
ἀπὸ βέλους πετομένου ἡμέρας,
Verse: 6 
ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει,
ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
Verse: 7 
πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς
καὶ μυριὰς ἐκ δεξιῶν σου,
πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·
Verse: 8 
πλὴν τοῖς ὀϕθαλμοῖς σου κατανοήσεις
καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ.
Verse: 9 
ὅτι σύ, κύριε, ἐλπίς μου·
τὸν ὕψιστον ἔθου καταϕυγήν σου.
Verse: 10 
οὐ προσελεύσεται πρὸς σὲ κακά,
καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου,
Verse: 11 
ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ
τοῦ διαϕυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·
Verse: 12 
ἐπὶ χειρῶν ἀροῦσίν σε,
μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου·
Verse: 13 
ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ
καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
Verse: 14 
ὅτι ἐπ' ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν·
σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.
Verse: 15 
ἐπικαλέσεταί με, καὶ εἰσακούσομαι αὐτοῦ,
μετ' αὐτοῦ εἰμι ἐν θλίψει
καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν.
Verse: 16 
μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν
καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.