TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 660
Previous part

Chapter: 91 
Verse: 1  Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου.
Verse: 2 
᾽Αγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ
καὶ ψάλλειν τῷ ὀνόματί σου, ὕψιστε,
Verse: 3 
τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου
καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα
Verse: 4 
ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ.
Verse: 5 
ὅτι εὔϕρανάς με, κύριε, ἐν τῷ ποιήματί σου,
καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.
Verse: 6 
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε·
σϕόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου.
Verse: 7 
ἀνὴρ ἄϕρων οὐ γνώσεται,
καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.
Verse: 8 
ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον
καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 9 
σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, κύριε·
Verse: 10 
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται,
καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
Verse: 11 
καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου
καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι,
Verse: 12 
καὶ ἐπεῖδεν ὁ ὀϕθαλμός μου ἐν τοῖς ἐχθροῖς μου,
καὶ ἐν τοῖς ἐπανιστανομένοις ἐπ' ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου.
Verse: 13 
δίκαιος ὡς ϕοῖνιξ ἀνθήσει,
ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Verse: 14 
πεϕυτευμένοι ἐν τῷ οἴκῳ κυρίου
ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν·
Verse: 15 
ἔτι πληθυνθήσονται ἐν γήρει πίονι
καὶ εὐπαθοῦντες ἔσονται
Verse: 16 
τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος ὁ θεός μου
καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.