TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 661
Previous part

Chapter: 92 
Verse: 1  Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται
γῆ· αἶνος ᾠδῆς τῷ Δαυιδ.
῾Ο κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο,
ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο·
καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Verse: 2 
ἕτοιμος θρόνος σου ἀπὸ τότε,
ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.
Verse: 3 
ἐπῆραν οἱ ποταμοί, κύριε,
ἐπῆραν οἱ ποταμοὶ ϕωνὰς αὐτῶν·
Verse: 4 
ἀπὸ ϕωνῶν ὑδάτων πολλῶν
θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης,
θαυμαστὸς ἐν ὑψηλοῖς κύριος.
Verse: 5 
τὰ μαρτύριά σου ἐπιστώθησαν σϕόδρα·
τῷ οἴκῳ σου πρέπει ἁγίασμα, κύριε,
εἰς μακρότητα ἡμερῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.