TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 662
Previous part

Chapter: 93 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ, τετράδι σαββάτων.
῾Ο θεὸς ἐκδικήσεων κύριος,
θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο.
Verse: 2 
ὑψώθητι, κρίνων τὴν γῆν,
ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηϕάνοις.
Verse: 3 
ἕως πότε ἁμαρτωλοί, κύριε,
ἕως πότε ἁμαρτωλοὶ καυχήσονται,
Verse: 4 
ϕθέγξονται καὶ λαλήσουσιν ἀδικίαν,
λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;
Verse: 5 
τὸν λαόν σου, κύριε, ἐταπείνωσαν
καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν
Verse: 6 
χήραν καὶ προσήλυτον ἀπέκτειναν
καὶ ὀρϕανοὺς ἐϕόνευσαν
Verse: 7 
καὶ εἶπαν Οὐκ ὄψεται κύριος,
οὐδὲ συνήσει θεὸς τοῦ Ιακωβ.
Verse: 8 
σύνετε δή, ἄϕρονες ἐν τῷ λαῷ,
καί, μωροί, ποτὲ ϕρονήσατε.
Verse: 9 
ϕυτεύσας τὸ οὖς οὐχὶ ἀκούει,
πλάσας τὸν ὀϕθαλμὸν οὐ κατανοεῖ;
Verse: 10 
παιδεύων ἔθνη οὐχὶ ἐλέγξει,
διδάσκων ἄνθρωπον γνῶσιν,
Verse: 11 
κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εἰσὶν μάταιοι.
Verse: 12 
μακάριος ἄνθρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε,
καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν
Verse: 13 
τοῦ πραῦναι αὐτῷ ἀϕ' ἡμερῶν πονηρῶν,
ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.
Verse: 14 
ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ
καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,
Verse: 15 
ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν
καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
διάψαλμα.
Verse: 16 
τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους,
τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν;
Verse: 17 
εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι,
παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ψυχή μου.
Verse: 18 
εἰ ἔλεγον Σεσάλευται πούς μου,
τὸ ἔλεός σου, κύριε, βοηθεῖ μοι·
Verse: 19 
κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου
αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου.
Verse: 20 
μὴ συμπροσέσται σοι θρόνος ἀνομίας,
πλάσσων κόπον ἐπὶ προστάγματι;
Verse: 21 
θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου
καὶ αἷμα ἀθῷον καταδικάσονται.
Verse: 22 
καὶ ἐγένετό μοι κύριος εἰς καταϕυγὴν
καὶ θεός μου εἰς βοηθὸν ἐλπίδος μου·
Verse: 23 
καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν,
καὶ κατὰ τὴν πονηρίαν αὐτῶν
ἀϕανιεῖ αὐτοὺς κύριος θεὸς ἡμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.