TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 663
Previous part

Chapter: 94 
Verse: 1  Αἶνος ᾠδῆς τῷ Δαυιδ.
Δεῦτε ἀγαλλιασώμεθα τῷ κυρίῳ,
ἀλαλάξωμεν τῷ θεῷ τῷ σωτῆρι ἡμῶν·
Verse: 2 
προϕθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει
καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.
Verse: 3 
ὅτι θεὸς μέγας κύριος
καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς·
Verse: 4 
ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς,
καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν·
Verse: 5 
ὅτι αὐτοῦ ἐστιν θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν,
καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.
Verse: 6 
δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ
καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς·
Verse: 7 
ὅτι αὐτός ἐστιν θεὸς ἡμῶν,
καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ
καὶ πρόβατα χειρὸς αὐτοῦ.
σήμερον, ἐὰν τῆς ϕωνῆς αὐτοῦ ἀκούσητε,
Verse: 8 
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ
κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
Verse: 9 
οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν,
ἐδοκίμασαν καὶ εἴδοσαν τὰ ἔργα μου.
Verse: 10 
τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ
καὶ εἶπα ᾽Αεὶ πλανῶνται τῇ καρδίᾳ
καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου,
Verse: 11 
ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου
Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.