TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 665
Previous part

Chapter: 96 
Verse: 1  Τῷ Δαυιδ, ὅτε γῆ αὐτοῦ καθίσταται.
῾Ο κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω γῆ,
εὐϕρανθήτωσαν νῆσοι πολλαί.
Verse: 2 
νεϕέλη καὶ γνόϕος κύκλῳ αὐτοῦ,
δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.
Verse: 3 
πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται
καὶ ϕλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ·
Verse: 4 
ἔϕαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ,
εἶδεν καὶ ἐσαλεύθη γῆ.
Verse: 5 
τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου,
ἀπὸ προσώπου κυρίου πάσης τῆς γῆς.
Verse: 6 
ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ,
καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.
Verse: 7 
αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς
οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν·
προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ.
Verse: 8 
ἤκουσεν καὶ εὐϕράνθη Σιων,
καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ιουδαίας
ἕνεκεν τῶν κριμάτων σου, κύριε·
Verse: 9 
ὅτι σὺ εἶ κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν,
σϕόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς.
Verse: 10 
οἱ ἀγαπῶντες τὸν κύριον, μισεῖτε πονηρόν·
ϕυλάσσει κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ,
ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς.
Verse: 11 
ϕῶς ἀνέτειλεν τῷ δικαίῳ
καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐϕροσύνη.
Verse: 12 
εὐϕράνθητε, δίκαιοι, ἐπὶ τῷ κυρίῳ
καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.