TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 666
Previous part

Chapter: 97 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
῎Αισατε τῷ κυρίῳ ᾆσμα καινόν,
ὅτι θαυμαστὰ ἐποίησεν κύριος·
ἔσωσεν αὐτῷ δεξιὰ αὐτοῦ
καὶ βραχίων ἅγιος αὐτοῦ.
Verse: 2 
ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ,
ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.
Verse: 3 
ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ιακωβ
καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ισραηλ·
εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.
Verse: 4 
ἀλαλάξατε τῷ θεῷ, πᾶσα γῆ,
ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε·
Verse: 5 
ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ,
ἐν κιθάρᾳ καὶ ϕωνῇ ψαλμοῦ·
Verse: 6 
ἐν σάλπιγξιν ἐλαταῖς καὶ ϕωνῇ σάλπιγγος κερατίνης
ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου.
Verse: 7 
σαλευθήτω θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς,
οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ·
Verse: 8 
ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό,
τὰ ὄρη ἀγαλλιάσονται,
Verse: 9 
ὅτι ἥκει κρῖναι τὴν γῆν·
κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ
καὶ λαοὺς ἐν εὐθύτητι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.