TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 667
Previous part

Chapter: 98 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
῾Ο κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί·
καθήμενος ἐπὶ τῶν χερουβιν, σαλευθήτω γῆ.
Verse: 2 
κύριος ἐν Σιων μέγας
καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς·
Verse: 3 
ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ,
ὅτι ϕοβερὸν καὶ ἅγιόν ἐστιν.
Verse: 4 
καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ·
σὺ ἡτοίμασας εὐθύτητας,
κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας.
Verse: 5 
ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν
καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,
ὅτι ἅγιός ἐστιν.
Verse: 6 
Μωυσῆς καὶ Ααρων ἐν τοῖς ἱερεῦσιν αὐτοῦ,
καὶ Σαμουηλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ·
ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν,
Verse: 7 
ἐν στύλῳ νεϕέλης ἐλάλει πρὸς αὐτούς·
ἐϕύλασσον τὰ μαρτύρια αὐτοῦ
καὶ τὰ προστάγματα, ἔδωκεν αὐτοῖς.
Verse: 8 
κύριε θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν·
θεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς
καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.
Verse: 9 
ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν
καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ,
ὅτι ἅγιος κύριος θεὸς ἡμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.